# Selecta in Psalmos [Dub.] 16-5

Origen, Selecta in Psalmos [Dub.], ΨΑΛΜΟΣ ΞΖ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/16-5

Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτενσας σἱχμα. ἶωσίαν· ἔλαβες δόματα ἐν ἀνθρώπῳ, κ. τ. ἑ. Αἰγμαλωτία ἐστὶ Χριστοῦ (88), φύσεως λογικῆς ἀπὸ κακία, καὶ ἀγνωσίας ἐπʼ ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος. Καὶ ἄλλως ὁ Παῦλός φησι περὶ τοῦ Χριστοῦ· « Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν· καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις· » δόματα λέγων τὰ χαρίσματα τοῦ ἁγίου Πνεύματος. Οὕτω τὴν κατάβασιν τοῦ Σωτῆρος δείξας καὶ τὴν τῶν δαιμονίων κατάλυσιν, δείκνυσιν αὐτὸν ἀνιόντα καὶ τοὺς πρὶν αἰχμαλώτους ἐλευθερώσαντα. Ἤ καὶ ὕψος τὸ τοῦ σταυροῦ λέγει, ἐν ᾦ ἀναβὰς καὶ τοὺς ἐν ἀέρι δαίμονας τὰ πνεύματα τῆς πονηρίας ἀφʼ ἦς εἶχον ὑπερηφανίας κατασπάσας, τὰς ὑπʼ αὐτῶν αἰχμαλωτισθείσας ψυχὰς διὰ τῶν πονηρῶν πράξεων, καὶ ἀπὸ Θεοῦ ἀποστάσας, καθάπερ τινὰ αἰχμαλωσίαν ἀπὸ τῶν τοῦ ᾅδου κευθμώνων ἀνελκύσας ἠλευθέρωσεν.

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
