Ancient Greek
Chapter 1a
Origen, Selecta in Psalmos [Dub.] 1a.2
Not analysed yet
2. Ταῦτα δὲ ἡμῖν ἐν προοιμίῳ λέλεκται, εἰς μέγιστον ἀγῶνα, καὶ ὁμολογουμένως ὑπὲρ ἡμᾶς, καὶ τὴν ἕξιν ἡμῶν, ἀναγκαζομένοις ὑπὸ τῆς πολλῆς σου φιλομαθείας, καὶ δυσωπουμένοις ὑπὸ τῆς χρηστότητος καὶ τῆς μετριότητός σου, ἱερὲ Ἀμβρόσιε, κατελθεῖν· καὶ ὅτι γε ἐπὶ πολὺ ἀναδυόμενόν με, διὰ τὸ εἰδέναι τὸν κίνδυνον, οὐ μόνον τοῦ λέγειν περὶ τῶν ἀγίων, ἀλλὰ πολλῷ πλεῖον τοῦ γράφειν, καὶ τοῖς μεθ᾿ ἡμᾶς καταλιπεῖν, παντοδαπῶς κατεπᾴδων φιλικῶς, καὶ κατὰ προκοπὴν θεότητος εἰς τοῦτο ἤγαγές με. Μάρτυς ἕσο μοι πρὸς Θεὸν, μεθʼ ὅλου τοῦ βίου, καὶ περὶ τῶν ὑπηγορευμένων ἐξεταζόμενον, ποίᾳ τε προθέσει τοῦτο γεγένηται· καὶ πὴ μὲν ἐντυγχάνομεν, πὴ δὲ ἤτοι βιαζόμεθα βιαιότερον, ἢ δοκοῦμέν τι λέγειν· ἐξιχνεύσαμεν δὲ τὸ γεγραμμένον, οὐ καταφρονοῦντες τοῦ· «Ὅτε λέγεις περὶ Θεοῦ, κρίνῃ ὑπὸ Θεοῦ,» καλῶς εἰρημένου καὶ τό (43)· «Περὶ Θεοῦ καὶ τἀληθῆ λέγειν κίνδυνος οὐ μικρός. »Ἀξιοῦμεν τοίνυν, ἐπεὶ μηδὲν χωρὶς Θεοῦ καλὸν εἶναι δύναται, καὶ μάλιστα νόησις Γραφῶν θεοπνεύστων, ὅπως τῷ Πατρὶ τῶν ὅλων Θεῷ, διὰ τοῦ Σωτῆρος ἡμῶν καὶ ἀρχιερέως γενητοῦ Θεοῦ προσιέναι, αἰτήσεις δοθῆναι ἡμῖν πρῶτον καλῶς ζητεῖν· ἐπίκειται γὰρ τοῖς ζητοῦσιν ἐπαγγελία τοῦ εὑρίσκειν· τάχα οὐδὲ τὴν ἀρχὴν εἰς ζητοῦντας λογιζομένων παρὰ Θεῷ τῶν οὐχ ὀδῷ ἐπὶ τοῦτο προϊόντων.