# Selecta in Psalmos [Dub.] 2-10

Origen, Selecta in Psalmos [Dub.], ΨΑΛΜΟΣ Ι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/2-10

Τοῦ αὐτοῦ. Τόξον ἐστὶν ἀκάθαρτος νοῦς (94). Ἐγὼ, φησὶν, ἐπὶ τῷ Κυρίῳ πέποιθα. Οἱ πολεμοῦντες ἁμαρτωλοί. Τίς ἂν οὖν δείσῃ καὶ φύγῃ Θεὸν ἔχων βοηθὸν, καὶ πολεμίους ἁμαρτωλούς; « Ἡτοίμασαν βέλη εἰς φαρέτραν. » Βέλος ἐστὶν ἐμπαθὴς λογισμὸς, φαρέτρα δὲ ἕξις χειρίστη λογισμῶν ἀκαθάρτων πεπληρωμένη. Ταῦτα ἐπὶ δαιμόνων πολεμούντων λαμβάνονται νοητῶς. Νοηθεῖεν δʼ ἂν καὶ αἰσθητῶς ἐπὶ αἰσθητῶν ἐχθρῶν. « Ἐν σκοτομήνῃ. Σκοτομήνη ἐστὶν ἄγνοια ψυχῆς λογικῆς. Ἐν ἀσελήνῳ νυκτί φησιν αὐτοὺς ἐνεδρεύειν, δηλῶν τὸ λαθραῖον τῆς ἐπιβουλῆς. Εὐθεῖς δὲ τῇ καρδίᾳ ἑαυτὸν λέγει καὶ τοὺς μετʼ αὐτοῦ, οὐ κομπάζων, ἀλλʼ ἐμφαίνων τὴν ἑαυτοῦ ἔννοιαν, καὶ μηδὲν ἐργάσασθαι εἰς βλάβην τοῦ Σαούλ.

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
