# Selecta in Psalmos [Dub.] 2-3

Origen, Selecta in Psalmos [Dub.], ΨΑΛΜΟΣ. Δ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/2-3

Ἐν τῷ ἐπικαλεῖσθαί με, εἰσήκουσέ μου ὁ Θεὸς τῆς δικαιοσύνης μου, κ. τ. ἑ. Τὸ λέγον πρόσωπον (91) ἤτοι ὁ Προφήτης ἐστὶν, ἢ ὁ Χριστὸς κατὰ τὴν οἰκονομίαν ἐν ὑπὲρ ἡμῶν ἀνεδέξατο. Δηλοῖ δὲ τά ῥητὰ τὸ εἰσακούεσθαι οὐχὶ μετὰ τὸ ἐπικεκλῆσθαι, ἀλλʼ ἐν τῷ ἐπικαλεῖσθαι. Τοῖς γὰρ ἀγίοις καὶ πάντη ἀκούουσι τῶν θείων προσταγμάτων ἐπαγγελία κεκήρυκται κατὰ τὸν προφήτην Ἡσαΐαν τό· « Ἔτι λαλοῦντός σου, ἐρῶ· Ἰδοὺ πάρειμι. » Ἄξιον δὲ ἱδεῖν καὶ τί τὸ ἐπικαλεῖσθαι, τῶν μὴ ἐξητακότων τὴν Γραφὴν οἰομένων παντὸς οὑτινοσοῦν ῥέποντος ἐπὶ τὸ εὕξασθαι εἶναι ἔργον· τοῦ δὲ Προφήτου σαφέστατα περιστάντος, ὅτι ἀγίων ἐστὶ καὶ σωθησομένων πάντως τὸ ἐπικαλεῖσθαι· « Πᾶς » γὰρ, φησὶν, «ὂς ἂν ἐπικαλέσηται τὸ ὅνομα Κυρίου, σωθήσεται. » Εἰ γᾶρ « πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα Κυρίου, σωθήσεται, » ὁ μὴ σωζόμενος οὐκ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου, εἰ καὶ πολλάκις ἔδοξε τοῦτο πε ποιηκέναι, Οὐ γὰρ ἐν φωνῇ κρίνεται τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου, ἀλλʼ ἐν διαθέσει τοῦ λέγοντος καὶ πίστει βεβαίᾳ. Οὕτω γοῦν ἐν τῷ Ϟη΄ ψαλμῷ οὐ τοῖς τυχοῦσιν ἀποδέδοται τὸ ἐπικαλεῖσθαι Κύριον, ἀλλὰ τῷ Σαμουὴλ, ὅς τοσοῦτον παρὰ Θεῷ τετίμητο, ὤστε Μωϋσεῖ αὐτὸν συναριθμεῖσθαι τῷ φίλῳ, ὡς Ἰερεμίας φησίν· «Οὐδʼ ἂν στῇ Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, περὶ τῶνδέ τινων τῶν ἀσεβῶν εὐχόμενοι, οὐδὲ τούτων εἰσακούσομαι, λέγει Κύριος. » Γέγραπται τοίνυν περὶ αὐτοῦ· « Μωϋσῆς καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμέν τὸ ὄνομα αὐτοῦ. Ἐπεκαλοῦντο τὸν Κύριον, καὶ αὐτὸς εἰσήκουσεν αὐτῶν· ἐν στύλῳ νεφέλης ἐλάλει πρὸς αὐτούς. Ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προστάγματα ἃ ἔδωκεν αὐτοῖς. Κύριε ὁ Θεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν· ὁ Θεὸς, εὐῒλατος ἐγένου αὐτοῖς. Ἐπεὶ γὰρ ἐφύλασσον τὰ μαρτύρια αὐτοῦ καὶ τὰ προσ· τάγματα ἃ ἔδωκεν αὐτοῖς, ὅτε ηὔχοντο, εἰς ἐπικαλουμένους ἐλογίζοντο. Καὶ ἐν τῷ ἑκαστοστῷ τεσσαρακοστῷ τετάρτῳ ψαλμῷ ἀκριβέστερον διδασκόμεθα τίς ὁ ἐπικαλούμενος οὗτος· « Ἐγγὺς Κύριος τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, » ὥς τινων οὐκ ἐπικαλουμένων αὐτὸν ἐν ἀληθείᾳ· « Οὐ γὰρ ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλʼ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. » Τελείως γάρ ἐστι λέγειν « Κύριε. » ὅτε καὶ τὰ ἔργα φθέγγεται καὶ λέγεται, « Κύριε, Κύριε. » Σαφὲς γοῦν ἐνταῦθα, ὅτι ὁ ἐπικαλούμενος Κύριον δικαιοσύνην ἔχει, καὶ δικαιοσύνην ἀληθῆ. Εἰ δὲ Χριστὸς δικαιοσύνη, ὁ δίκαιος δικαιοσύνης μετέχει, τουτέστι Χριστοῦ. Ἵνα δὲ μὴ ᾖ ἐπὶ καυχήματος τὸ, « Ὁ Θεὸς τῆς δικαιοσύνης μου, » δυνάμεθα προσχρήσασθαι τῷ· « Ὃς ἐγενήθη ἀπὸ Θεοῦ σοφία ἡμῖν καὶ δικαιοσύνη, καὶ ἀπολύτρωσις, » καὶ ἴσον ἔσται τῷ, ὁ Θεὸς τοῦ Κυρίου μου.

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
