# Selecta in Psalmos [Dub.] 2-52-8

Origen, Selecta in Psalmos [Dub.], 2 to 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/2-52

Τοῦ αὐτοῦ. Τόπος Θεοῦ (14), ψυχὴ καθαρά· κατοι κητήριον δὲ Θεοῦ, νοῦς θεωρητικός. Ἐκεῖ συνέτριψε τὰ κράτη τῶν τόξων, ὅπλον, καὶ ῥομφαίαν, καὶ πόλεμον, κ. τ. ἑ. Τόξα νῦν (15) τοὺς δαὶμονας ὀνομάζει, ἀφʼ ὧν τὰ πεπυρωμένα βέλ ἐκπέ μπονται. Βέλος δὲ πεπυρωμένον ἐστὶν ὁ ἐμπαθὴς λογισμός· τὸ δὲ αὐτὸ καὶ ὅπλον καὶ ῥομφαία καλεῖται. Φωτίζεις σὺ θαυμαστῶς ἀπὸ ὀρέων αἰωνίων κ. τ. ἑ. Τουτέστι, διδάσκεις (16) ἡμᾶς διὰ τῶν ἁγίων δυνάμεων. Ἐταράχθησαν πάντες οἱ ἀσύνετοι τῇ καρδίᾳ κ. τ. ἑ. Τὸ ταράττεσθαι (17) ἀσυνέτων ἐστί· συνετο γὰρ οὐ ταράσσονται. Ὕπνωσαν ὕπνον αὐτῶν, κοὶ οὐχ εὖρον οὐδὲν πάντες οἱ ἄνδρες τοῦ πλούτου ταῖς χερσὶν αὐτῶν, κ. τ. ἑ. Διʼ ὃ καλῶς (18) παρεγγυᾷ ὁ σοφὸς Σολομὼν, « Μὴ δῷς ὕπνον, λέγων, σοῖς ὄμμασι, μηδʼ ἐπινυστάξῃς σοῖς βλεφάροις, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. » Τοῦ αὐτοῦ. Οὕτως ἄνδρες πλούτον (19), ὡς ἄνδρεςαἱμάτων· οἱ γὰρ ἔχοντες τὰ πάθη ἄνδρες, τούτων τῶν παθῶν ὀνομάζονται. Ἐνύσταξαν οἱ ἐπιβεβηκότες τοὺς ἵππους, κ. τ. ἑ. Οἱ δαίμονες (20) ἐπικαθέζονται ἵπποις καὶ ἡμιόνοις, οἷς οὐκ ἔστι σύνεσις, ἀναγκάζοντες αὐτοὺς τὰ τῶν ἀλόγων ζώων ἐνεργεῖν. Ἵπποι δὲ καὶ ἡμίονοι ἄνθρωποί εἰσιν ἐμπαθεῖς, ἐφʼ ἃ μὴ δεῖ, ἀλόγως φερόμενοι, καὶ χρεμετίζοντες ἐπὶ ταῖς γυναιξὶ τῶν πλησίον.

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
