# Selecta in Psalmos [Dub.] 2.1

Origen, Selecta in Psalmos [Dub.], ΨΑΛΜΟΣ. Β΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/2.1

Τοῦ αὐτοῦ. Τέσσαρα νη τῶν (71) ἀνθρώπων φησὶν ὁ λόγος ἐπιβεβληκέναι Χριστῷ· ἔθνη φρυάξαντα κατʼ αὐτοῦ, καὶ λαοὺς μελετήσαντας κενὰ, καὶ βασιλεῖς τῆς γῆς παραστάντας μετʼ ἀρχόντων συναχθέντων ἐπὶ τὸ αὐτό. Καὶ ἡγούμεθα μὲν ἔθνη δηλοῦσθαι τοὺς ἀλλοτρίους τῆς πίστεως ἀνθρώπους, ὥσπερ τοὺς στρατιώτας τοὺς φρυάξαντας κατʼ αὐτοῦ· τοὺς δὲ λαοὺς τοὺς ἀπὸ τῶν φυλῶν τῆς κατατομῆς (οὐ γὰρ κυρίως λεκτέον αὐτοὺς τὸν Σωτῆρα μὴ προσιεμένους ἐκ περιτομῆς), οἵτινες κενὰ μεμελετήκασι, τὸν ἐν τοῖς μελετωμένοις προφητικοῖς λόγοις καταγγελλόμενον Χριστὸν οὐ νενοηκότες. Βασιλεἴς δὲ τῆς γῆς καὶ ἄρχοντες Ἡρώδης τε καὶ Πόντιος Πιλᾶτος, καὶ οἱ τοῦ Ἰουδαίων λαοῦ ἡγούμενοι. Τούτων γὰρ καὶ ὁ θεσπέσιος Πέτρος ὁ ἀπόστολος ἀπεμνημόνευσεν ἰδικῶς ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὴν προκειμένην χρῆσιν παραγαγών. Εἰ δὲ καὶ τὰς ἀοράτους φήσεις δυνάμεις, οὐκ ἂν ἁμάρτοις. Καὶ ὁ σοφώτατος γοῦν Ἀπόστολος οὐ τοσοῦτον ἀνθρώποις προσῆψε τὸ ἐσταυρωκέναι τὸν Χριστὸν, ὡς δυνάμεσιν ἀρχοντικαῖς, λέγων· « Σοφίαν δὲ λαλοῦμεν ἐν τοῖς τελείοις· σοφίαν δὲ οὐ τοῦ αἰῶνος τούτου, οὐδὲ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου, τῶν καταργουμένων· ἀλλὰ λαλοῦμεν Θεοῦ σοφίαν ἐν μυστηρίῳ, τὴν ἀποκεκρυμμένην, ἣν προώρισεν ὁ Θεὸς πρὸ τῶν αἰώνων εἰς δόξαν ἡμῶν, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκεν· εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. » Ποῖοι γὰρ ἄρχοντες ἐσταύρωσαν τὸν Χριστὸν, τὸν τῆς δόξης Κύριον, οἱ μὴ γινώσκοντες τὴν σοφίαν τοῦ Θεοῦ, καὶ αὐτοὶ σοφίας τινὰς ἔχειν ὑπολαμβανόμενοι, ἢ οἱ λεγόμενοι ἐνταῖς προφητείαις ἄρχων βασιλείας Περσῶν, καὶ ἄρχων βασιλείας Ἐλλήνων, καὶ κατὰ τὸ ἀκόλουθον οἱ τῶν λοιπῶν ἐθνῶν; « Τὰ ἕθνη » τοίνυν « ἐφρύαξαν· » ὅπερ ἐστὶν, ὡς ὁ Ἀκύλας σαφέστερον ἡρμήνευσεν, « ἐθορυβήθησαν.» Ἔστι δὲ ἡ λέξις ἡ, « ἐφρύαξαν,» ὀνοματοπε ποιημένη, καὶ ἐμφαίνουσα τὸν ἄσημον ἦχον τῶν θορυβούντων· τοιοῦτοι γὰρ οἱ σεσοβημένοι κατὰ τοὺς καιροὺς τοῦ ἐπιβουλεύειν ὑπάρχουσιν κατὰ τῶν ὑπʼ αὐτῶν πολεμουμένων. Καὶ εἰ μὴ οἱ λοιποὶ ἑρμηνευταὶ εἰρήκασι τὸ, « ἐθορυβήθησαν, » καὶ, «κυκᾷ, » ὡς Σύμμαχος, ἦν ἐκλαβεῖν ἀπὸ τοῦ « ἐφρύαξαν, » τὸ, « ἐμεγαλαύχησαν· » ὡς ἐν ἐνὶ τῶν προφητῶν οἰόμεθα τοῦτο δηλοῦν τὴν λέξιν· « Κατὰ τὰ φρυάγματα τοῦ Ἰορδάνου. »Καὶ ἐπεὶ «ὁ ἀρνούμενος τὸν Υἱὸν, οὐδὲ τὸν Πατέρα ἔχει, καὶ ὁ δεχόμενος» τὸν Χριστὸν, «δέχεται τὸν ἀποστείλαντα αὐτὸν, » διὰ τοῦτο ὁ κατὰ Χριστοῦ στρατευόμενος εἰς τὸν Πατέρα ἀσεβεῖ. Οἱ γοῦν φρυάξαντες, καὶ κενὰ μελετήσαντες. καὶ παραστάντες ἐπὶ τὸ αὐτὸ, καὶ συναχθέντες ἄμα, ἐνηργήθησαν μὲν τῷ δοκεῖν κατὰ τοῦ Χριστοῦ μόνου, λελόγισται δὲ αὐτοῖς ὁ πεποιήκασι πρότερον, κατὰ τοῦ Πατρός. Διὸ λέγεται ταῦτα αὐτοὺς πεποιηκέναι « κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. » Οὐκ ἀγνοητέον δὲ περὶ τοῦ ἐκφωνουμένου παρὰ μὲν Ἕλλησι τῇ « Κύριος» προσηγορίᾳ, παρὰ δὲ Ἑβραίοις τῇ « Ἀδωναῒ. » Δέκα γὰρ ὀνόμασι παρʼ Ἑβραίοις ὀνομάζεται ὁ Θεὸς, ὧν ἐστιν ἒν τὸ « Ἀδωναῒ,» καὶ ἑρμηνεύεται « Κύριος. » Καὶ ἔστιν ὅπου λέγεται τὸ « Ἀδωναῒ » παρʼ Ἑβραίοις καὶ παρʼ Ἕλλησι « Κύριος, τῆς λέξεως τῆς γεγραμμένης ἐν τῇ Γραφῇ τοῦτο ἀπαγγελλούσης. Ἔστι δὲ ὅτε τὸ Ἰαὴ κεῖται, ἐκφωναῖται δὲ τῇ « Κύριος » προσηγορίᾳ παρʼ Ἕλλησι, ἀλλ᾿ οὐ παρʼ Ἑβραίοις, ὡς ἐν τῷ· « Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς ψαλμός. » Κύριον γὰρ ἐνθάδε ἀντὶ τοῦ Ἰαὴ εἴρηκεν. Καὶ ἔστιν ἡ ἀρχὴ τοῦ ψαλμοῦ παρʼ Ἑβραίοις « Ἆλληλούϊα· » ἔστι δέ τι τετραγράμματον ἀνεκφώνητον παρʼ αὐτοῖς, ὅπερ καὶ ἐπὶ τοῦ πετάλου τοῦ χρυσοῦ τοῦ ἀρχιερέως ἀναγέγραπται, καὶ λέγεται μὲν τῇ « Ἀδωναῒ, προσηγορίᾳ, οὐχὶ τούτου γεγραμμένου ἐν τῷ τετραγραμμάτῳ· παρὰ δὲ Ἕλλησι τῇ « Κύριος » ἐκφωνεῖται. Καὶ ἐν τοῖς ἀκριβεστέροις δὲ τῶν ἀντιγράφων Ἑβραίοις χαρακτῆρσι κεῖται τὸ ὄνομα, Ἑβραϊκοῖς δὲ οὐ τοῖς νῦν, ἀλλὰ τοῖς ἀρχαιοτάτοις. Φασὶ γὰρ τὸν Ἔσδραν ἐν τῇ αἰχμαλωσίᾳ ἑτέρους αὐτοῖς χαρακτῆρας παρὰ τοὺς προτέρους παραδεδωκέναι. Τούτων δὲ ὑπεμνήσθημεν, ἐπεὶ τὸ τετραγράμματον ὡς « Κύριος» κεῖται ἐν τῷ · « Ἀλλʼ ἢ ἐν νόμῳ Κυρίου·» καὶ ἐν τῷ·« Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων·» καὶ νῦν· « Κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. » Τοῦτο δὲ παρατηρητέον, ὅτι οἱ μὲν Ἑβδομήκοντα καὶ ὁ Θεοδοτίων πάντα εἰς τὸν παρεληλυθότα χρόνον, Ἀκύλας δὲ ἃ μὲν εἰς τὸν παρεληλυθότα, ἃ δὲ εἰς τὸν μέλλοντα, Σύμμαχος δὲ πάντα εἰς τὸν ἐνεστηκότα ἔταξαν. Ἕθος γὰρ τοῖς Ἑβδομήκοντα πολλάκις τὰς περὶ Χριστοῦ προφητείας ὡς ἤδη γενομένας ἀπαγγέλλειν· καθάπερ ἐν τῷ· « Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον.» Καί· «Λαὸς ὅν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι. » Οἰόμεθα δὲ αὐτοὺς, τῷ τὸν Θεὸν εἰδέναι τὰ πάντα πρὶν γενέσεως αὐτῶν, καὶ τὸν Χριστὸν αὐτοῦ, καὶ τὰ ἐν τῇ ἐνανθρωπήσει συμβησόμενα αὐτῷ, λέγειν, τῷ λελογίσθαι αὐτὰ ἤδη γεγονέναι τῷ τάδε καὶ τάδε πεπονθότι. Ὁμοίως δὲ καὶ εἰ τὸ Πνεῦμα τὸ ἅγιον τὰ περὶ αὐτοῦ διηγοῖτο, ὥσπερ ἐπὶ τοῦ παρόντος ἔχει. Οὐ τοῦτο δέ φαμεν ὡς οὐδέποτε εἰς μέλλοντα χρόνον ἐκκλινομένων τῶν προφητευομένων τῶν περὶ αὐτοῦ· « Ἰδοὺ » γαρ, φησὶ, « συνήσει ὁ παῖς μου, καὶ δοξασθήσεται, καὶ ὑψωθήσεται σφόδρα, » καὶ τὰ ἐξῆς.

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
