# Selecta in Psalmos [Dub.] 20-2

Origen, Selecta in Psalmos [Dub.], ΨΑΛΜΟΣ ΜΓ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/20-2

Ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τἡν ἡμέραρ, ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, κ. τ. ἑ. Ὀ Παῦλός φησι (26)· Καθʼ ἡμέραν ἀποθνήσκω. νἠ τὴν ὑμετέραν καύχησιν, ἤν ἔχω ἐν Χριστῷ Ἴσοῦ. Διὰ τί δέφησιν, « ἕνεκα σοῦ; » Ὅτι ἐξῆν ἡμῖν μετατάξασθαι καὶ ἀφεῖναι τὴν πατρῴαν πολιτείαν, καὶ εἶναι ἐν ἀσφαλείᾳ· ἀλλʼ αἱρούμεθα πάσχεν κακῶς μᾶλλον καὶ τὰ πατρῷα φυλάττειν, ἢ εἰρήντς ἀπολαύειν καὶ τῶν πατρῴων ἐκπεσεῖν. Ἄξιον ἐκπλαγῆναι τοῦ Θεοῦ τὴν ἰσχὺν, ὅτι τοὺς οὕτω προκεμένους ὡς πρόβατα σφαγῆς διετήρησε, καὶ καθʼ ἡμἑραν άποθνήσκοντας οὐκ ἀφῆκεν ἐμπεσεῖν εἰς θάνατον. Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε; κ.τ. ἐ. Ἐκάθευδέ ποτε (27) ἐν τῷ πλοίῳ τῶν μαθητῶν ὁ Χριστὸς. ἀλλὰ γενομένου χειμῶνος ἐξήγειραν αὐτὸν οἱ μαθηταί· δεικνύντος τοῦ λόγου, χειμῶνος λογισμῶν ἐν ψυχῇ γενομένου ὀργῆς ἢ ἀδικίας, ἢ γαστριμαργίας, ἢ ὑπερηφανίας, ἐξυπνίζειν ἀγάπην, δικαιοσύτν, σωφροσύνην, ἐγκράτειαν, ταπεινοφροσύνην, γνῶν. σοφίαν.

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
