# Selecta in Psalmos [Dub.] 4-41

Origen, Selecta in Psalmos [Dub.], ΨΑΛΜΟΣ Ξ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/4-41

Ἔδωκας κληρονομίαν τοῖς φοβομένοις, κ. τ. ἑ. Πλούσιος γὰρ (95) ὣν, φησὶ, καὶ μεγάλας δωρεὰς παρέχεις· μᾶλλον δὲ χαριζόμενος τοῖς τελείοις ἀνθρώποις τὸ γενέσθαι σου υἱοὺς, κληρονομίαν αὐτοῖς δέδωκας· εἰ γὰρ καὶ προσδοκᾶται δοθησομένη μετὰ τὴν ἀνάστασιν ἐν τῷ μέλλοντι αἰῶνι· ἀλλά γε τῷ ἤδη ηὐτρεπίσθαι δέδοται τοῖς εἰς αὐτὴν κατὰ καιρὸν τὸν δέοντα ἀχθησομένοις. Καὶ ἔτι τοῖς φοβουμένοις τὸ ὅνομα αὐτοῦ ὁ Θεὸς κληρονομίαν ἔδωκεν. Ἐάν τις ᾖ διαφορὰ φοβουμένων τὸν Θεὸν καὶ τὸ ὄνομα αὐτοῦ, πιστευόντων αὐτῷ καὶ τῷ ὀνόματι αὐτοῦ, ἐπεὶ πολλάκις εἴρηται, ὑποδεεστέρους εἶναι τοὺς οἰκειωθέντας τῇ τοῦ Θεοῦ προσηγορίᾳ, τῶν ἑνωθέντων αὐτῷ τῷ Θεῷ· ὅρα ὡς καὶ τοῖς φοβουμένοις τὸν Θεὸν δέδοτο. ἡ κληρονομία· εἰ γὰρ τοῖς ὑποδεεστέροις ὑπῆρκται ἡ χάρις αὕτη, πολλῷ πλέον τοῖς ὑπεραναβεβηκόσιν.

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
