# Selecta in Psalmos [Dub.] 4

Origen, Selecta in Psalmos [Dub.], ΕΚ ΤΩΝ ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΨΑΛΜΟΥΣ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/4

Ἐγὼ μὲν ᾤμην ἕνα εἶναι ἐν τῇ βίβλῳ τῶν Ψαλμῶν, ὃς ἐπεγέγραπτο· « Προσευχὴ τοῦ Μωῦσῆ ἀνθρώπου τοῦ Θεοῦ· » τὸ ὕστερον δὲ ἀνακινούμενος περί τινων λογίων Θεοῦ Ἰούλλῳ τῷ πατριάρχῃ, καί τινι τῶν χρηματιζόντων παρὰ Ἰουδαίοις σοφῶν, ἀκήκοα, ὅτι διʼ ὅλης τῆς βίβλου (19) τῶν Ψαλμῶν ἀπὸ τῶν α΄ καὶ β΄, οἱ παρʼ Ἑβραίοις ἀνεπίγραφοι, ἢ ἐπιγραφὴν μὲν ἔχοντες, οὐχὶ δὲ τὸ ὄνομα τοῦ γράψαντος, ἐκείνου εἰσὶν οὗ τὸ ὄνομα φέρεται ἐν τῷ πρὸ τούτων ἐπιγραφὴν ἔχοντι ψαλμῷ. Καὶ περὶ τούτων λέγων, πρότερον μὲν ἔφασκεν, ὅτι τρισκαίδεκά εἰσιν οἱ τοῦ Μωῦσέως· ὡς δὲ ἐξ ὧν ἀκήκοα καὶ αὐτὸςτὴν ἀνέφερον ἐπʼ αὐτὸν, ὅτι εἰσὶν ἕνδεκα· εἶτα πυθόμενος τοῦ παρʼ αὐτοῖς δοκοῦντος σοφοῦ, ἐμάνθανον, ὅτε αἶεν ἕνδεκα, ὧν τοῦ μὲν πθ΄ ἡ ἀρχή· « Κύριε , καταφυγὴ ἡμῖν ἐγενήθης ἐν γενεᾷ καὶ γετεᾷ· » καὶ τοῦ ἐξῆς παρʼ ἡμῖν ἐνενηκοστοῦ φερομένου, ἡ ἀρχὴ ἦν· « Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου· » ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως. Ἀλλὰ καὶ τὸν ἔχοντα μὲν ἐπιγραφὴν, οὐ μετʼ ὀνόματος δὲ τοῦ γράψαντος αὐτόν· λέγω δὲ τὸν ἐνενηκοστὸν πρῶτον οὕτως ἐπιγεγραμμένον, «Ψαλμὸς ᾠδῆς εἰς τὴν ἡμέραν τοῦ σαββάτου, » ἔλεγεν εἶναι Μωϋσέως, οὗ ἡ ἀρχή· « Ἀγαθὸν τὸ ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου, Ὕψιστε· » ἀνεπίγραφος δὲ ἦν καὶ ὁ ὡς ἐνενηκοστὸς δεύτερος φερόμενος, οὗ ἡ ἀρχὴ, « Ὁ Κύριος ἐβασίλευσεν , εὐπρέπειαν ἐνεδύσατο· » ὃν καὶ αὐτὸν ἔλεγεν εἶναι Μωϋσέως· ὁμοίως δὲ καὶ τὸν ἐνενηκοστὸν τρίτον, οὗ ἡ ἀρχή· « Θεὸς ἐκδικήσεων Κύριος, » καὶ τὸν ἐνενηκοστὸν τέταρτον, οὗ ἡ ἀρχή· « Δεῦτε, ἀγαλλιασώμεθα τῷ Κυρίῳ, » καὶ τὸν Ϟε΄, οὗ ἡ ἀρχή· « ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ·» καὶ τὸν ἐνενηκοστὸν ἕκτον, οὗ ἡ ἀρχή· « Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσεται ἡ γῆ·» καὶ ὁ Ϟζ΄, ὅς ἐπεγέγραπτο μόνον, «Ψαλμός·» τὸ γὰρ, « τῷ Δαυῒδ, ὡς ἔχει ἔν τισιν ἀντιγράφοις, οὕτε ἐν τῷ Ἑβραϊκῷ ἦν οὕτε ἐν ταῖς λοιπαῖς ἐκδόσεσιν· ἡ δὲ ἀρχὴ αὐτοῦ ἦν· « ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν. » Καὶ ὁ Ϟ δὲ η΄ τοῦ αὐτοῦ ἐλέγετο εἶναι, οὗ ἡ ἀρχή· « Ὁ Κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί· » καὶ ὁ ἐνενηκοστὸς ἔνατος, ὅς ἐπεγέγραπτο· « Ψαλμὸς εἰς ἐξομολόγησιν, οὗ ἡ ἀρχή· « Ἀλαλάξατε τῷ Κυρίῳ, πᾶσα ἡ γῆ. » Μετὰ δὲ τούτους τοὺς ια΄ ἐπεγέγραπτο καὶ ἐν τῷ Ἑβραϊκῷ καὶ παρὰ πᾶσιν, « τῷ Δαυῒδ ψαλμὸς, » καὶ ἦν ὁ ῤ σὐκέτι Μωϋσέως.

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
