# Selecta in Psalmos [Dub.] 40-49

Origen, Selecta in Psalmos [Dub.], 40 to 49. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/40

Τοῦ αὐτοῦ. Οὗτος καταδιώκει (98) τοὺς ἐχθροὺς, ὁ μὴ ἐῶν ἐμπαθεῖς ἐν ἑαυτῷ γίνεσθαι λογισμούς ἀπὸ γὰρ τούτων ἐπισυμβαίνουσιν ἡμῖν αἱ ἁμαρτίαι. Τοῦ αὐτοῦ. ἔκλειψιν ἐχθρῶν (99) ἀπάθεια κατεργάζεται. Τοῦ αὐτοῦ. Οἱ πεσόντες (1) ἀπὸ τῆς ἐν φαύλῳ στάσεως εὐεργετοῦνται. Ἀλλʼ οὐδὲ οἱ τῆς ἀληθείας ἐχ θροὶ λόγοι δυνήσονται στῆναι ἐνώπιον τοῦ ἱκανοῦ χειρὶ, Ὄπερ ὁ Δαυῒδ ἑρμηνεύεται. Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας, κ. τ. ἑ. Νῶτον διδόασιν (2) οἱ ἐχθροὶ, μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ. Τοῦ αὐτοῦ. Ἔδωκας τοὺς ἐχθρούς μου (3) μεταβαλόντας ἀκολουθεῖν μοι ἀχωρίστως μου, ὥστε αὐτοὺς γενέσθαι μοι νῶτα, ἥ φεύγοντας. Ῥῦσαί με ἐξ ἀντιλογιῶν λαοῦ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, κ. τ. ἑ. Ὁ εἰς σημεῖον (4) ἀντιλεγόμενον γενόμενος ταῦτά φησι Χριστὸς, ὅν ὁ Θεὸς κατέστησεν εἰς κεφαλὴν ἐθνῶν. Κεφαλὴ γὰρ τῆς Ἐκκλησίας ὁ Χριστός. Λαὸς, ὅν οὐκ ἔγνων, ἐδούλευσέ μοι, εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μοι, κ. τ. ἑ. Τὸ, « οὐκ ἕγνων » (5), ἰδίως αἱ Τραφαὶ ὀνομάζουσιν ἐπὶ τῶν χειρόνων· νῦν μὲν γὰρ ὁ Χριστὸς τὸ, « οὐκἕγνων, » ἐπὶ τοῦ λαοῦ τοῦ ἀπὸ τῶν ἐθνῶν ἕταξεν. Ἦν γὰρ ὅτε οὐκ ἐγινώσκετο. Εὑρήσεις δὲ τοιαῦτα καὶ τὸν Θεὸν λέγοντα. Τοῦ αὐτοῦ. Ἀγνοοῦντες ἠγνοοῦντο (6), καὶ ἐγνωκότες ἐπεγνώσθησαν. Υἱοὶ ἀλλότριοι ἐπαλαιώθησαν, καὶ ἐχώλαναν ἀπὸ τῶν τρίβων αὐτῶν, κ. τ. ἑ. Ἡ μὲν ἀρετὴ (7) ἀνακαινοῖ, ἡ δὲ κακία παλαιοῖ. Παλαιουμένων δὲ τὸ χωλαίνειν. Τοῦ αὐτοῦ. « Ἕως πότε(8) ὑμεῖς χωλανεῖτε ἐπʼ ἀμφοτέραις ταῖς ἰγνύαις ὑμῶν; » Τρίβοι δὲ ἀνθρώπων πρᾶξις καὶ θεωρία. Ὁ Θεὸς ὁ διδοὺς ἐκδικήσεις ἐμοὶ, καὶ ὑποτάξας λαοὺς ὑπʼ ἐμέ, κ. τ. ἑ. Λαβὼν ἀπὸ Θεοῦ (9) ἐκδικήσεις, Χριστός φησιν· « Ἐμοὶ ἐκδικήσεις, ἐγὼ ἀνταποδώσω. »

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
