# Selecta in Psalmos [Dub.] 5-13

Origen, Selecta in Psalmos [Dub.], ΨΑΛΜΟΣ ΙΕ΄. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/5-13
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/origen/selecta-in-psalmos-dub/5-13
CTS URN: urn:cts:greekLit:tlg2042.tlg058:5-13

Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ κοτηρίου μου· σὺ εἶ ὁ ἀποκαθιστῶν· τὴν κληρονομίαν μου ἐμοὶ, κ. τ. ἑ. Κληρονομία φύσεως (30) λογικῆς ἐστιν ἡ θεωρία τῶν γεγονότων καὶ τῶν γενησομένων αἰώνων· κληρονομία δὲ Χριστοῦ ἡ γνῶσις τοῦ Θεοῦ. Ὡς ἀρχιερεὺς ταῦτά φησιν ὁ Χριστὸς, οὗ μερὶς Κύριος. Εἰ μερὶς ποτηρίου Κύριος, ἢ οὗτινος ὁ Κύριος, Χριστοῦ μερὶς μὲν τῆς κληρονομίας ὁ Πατὴρ, ἡ μείνασα αὐτῷ· λοιπὸν δὲ τῆς κληρονομίας ὁ ἀποκαθιστάμενος αὐτῷ λαὸς ἀπὸ τοῦ Θεοῦ. Δύναται δὲ περὶ τοῦ Πατρὸς ἀμφότερα λέγεσθαι, καὶ τὸ εἶναι αὐτὸν ἀποκαθιστάντα κληρονομίαν ἑαυτῷ μετὰ τὴν κένωσιν. Ἤ· ῾ Υπερβὰς διαθέσει τὸν κόσμον, τίνα σχῇς μερίδα πλὴν τοῦ Κυρίου; Τοῦ γὰρ πᾶσιν ἀποτασσομένου τὸ λέγειν· « Μερίς μου ὁ Θεὸς εἰς τὸν αἰῶνα. » Γίνεται δὲ καὶ ἅρτος ὁ Κύριος, παρέχων διδασκαλίαν, καὶ στηρίζων τοῦ ἐσθίοντος τὴν καρδίαν· ποτήριον δὲ κατὰ θεωρίαν τῆς ἀληθείας, παρέχον εὐφροσύνην τῆς γνώσεως τῷ διὰ συγκαταθέσεως πίνοντι. Χορηγεῖ δὲ τοῦτο ἄμπελος ἡ ἀληθινὴ, ὡς τὸν πιόντα λέγειν χαριστηρίως· « Ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου. »

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
