# Selecta in Psalmos [Dub.] 5-3

Origen, Selecta in Psalmos [Dub.], ΨΑΛΜΟΣ. Β΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/5-3

Τοῦ αὐτοῦ. Διαφέρει δὲ θυμὸς ὀργῆς (74), ὥς φασι καὶ οἱ περὶ τὰ ὀνόματα δεινοὶ, τῷ θυμὸν μὲν εἶναι ὀργὴν ἀναθυμιωμένην καὶ ἔτι ἐκκαιομένην, ὀργὴν δὲ ὄρεξιν ἀντιτιμωρήσεως. Οἱονεὶ οὖν ἀτελέστερος τῆς ὀργῆς ἐστιν ὁ θυμὸς, καὶ ἤδη πρὸς τὸ ἀποτέλεσμά τι ἐστὶν ἡ ὀργή. Ἀκουστέον δὲ τῆς ἀντιτιμωρήσεως νῦν ὡς πρὸς τὴν ἡμετέραν χρῆσιν ἀντὶ τῆς κολάσεως τῆς ἐπὶ τοῖς ἡμαρτημένοις, καὶ τῆς ὀρέξεως ἀντὶ τῆς θελήσεως. Ὅτι μέντοιγε καὶ κατὰ τὴν θείαν Γραφὴν ἔλαττόν τί ἐστιν ὁ θυμὸς τῆς ὀργῆς, δῆλον ἐκ τοῦ λέγεσθαι ἔλεγχον μὲν θυμῷ γίνεσθαι, παίδευσιν δὲ ὀργῇ. « Κύριε » γὰρ, φησὶ, « μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. » Ἐλέγχεται δὲ ὁ ἔτι ἐλπίδα ἔχων θεραπείας τῆς χωρὶς βασάνων διὰ λόγου καθαπτομένου· ὁ δὲ μηδὲν ἀπʼ ἐλέγχου ὠφεληθεὶς χρῄζει παιδεύσεως τῆς διὰ μαστίγων καὶ ῥάβδων. Πᾶσα γὰρ παιδεία πρὸς τὸ παρὸν οὐ δοκεῖ χαρᾶς εἶναι, ἀλλὰ λύπης· ὕστερον δὲ καρπὸν εἰρηνικὸν τοῖς διʼ αὐτῆς γεγυμνασμένοις ἀποδίδωσι δικαιοσύνης. Λαλήσει τοίνυν ὁ Θεὸς πρὸς τοὺς ἡμαρτηκότας οὓς ἐκγελᾷ καὶ μυκτηρίζει ἔτι ὄντας ἐν τοῖς παραπτώμασι, καὶ διʼ ἀναισθησίαν μέγα φρονοῦντας ὡς ἐπὶ ἀγαθοῖς τοῖς ἰδίοις κακοῖς, ἐν τῇ ὀργῇ αὐτοῦ, καὶ ἐμφήνας τὸ θυμοῦσθαι, ταράξει αὐτούς. Οὐ γὰρ ἀθρόως ἐπάγει, προεπιστρεπτικοῦ λόγου τεθυμωμένου φόβῳ μετάνοιαν αὐτοῖς ἐμποιῆσαι δυναμένου, βασάνους καὶ κολάσεις πρὶν ἀπειπεῖν αὐτοὺς τὴν διὰ τῶν φιλανθρωποτέρων θεραπείαν· Θεσσαλονικεῦσι γοῦν γράφων ὁ μακάριος Παῦλος περὶ Ἰουδαίων τῶν σταυρωσάντων τὸν Κύριον, φησίν· « Ἔφθασεν ἐπʼ αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. » Ἢ οὐκ ἔφθασεν ἐπ᾿ αὐτοὺς διὰ προφήτας ἡ προαναφωνηθεῖσα ὀργὴ παθόντας ὑπὸ Ῥωμαίων πάντα δεινὰ καὶ ἀνήκεστα;

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
