# Selecta in Psalmos [Dub.] 5.1

Origen, Selecta in Psalmos [Dub.], ΨΑΛΜΟΣ Γ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/5.1

Ἐγὼ ἐκοιμήθην, καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι Κύριος ἀντιλήψεταί μου, κ. τ. ἑ. Ἡμεῖς μὲν ἡγούμεθα (86) μηδὲν ἀνθρώπινον ἔχειν τὰ λεγόμενα ἀκόλουθον τῇ περὶ τὸν Δαυῒδ, ὅτε ἔφυγεν ἀπὸ προσώπου Ἀβεσσαλὼμ, ἱστορίᾳ, εἰ θέλοιμεν τηρῆσαι διὰ τὸ ῥητὸν τὸ τοῦ Δαυῒδ πρόσωπον, καὶ διὰ τοῦτό γε δυσωπήσαιμεν ἂν καὶ τοὺς μὴ βουλομένους ἀναγκάζοντες ἀνάγειν τὴν ἱστορίαν καὶ προσίεσθαι πάντως ἐκ προσώπου Χριστοῦ εἶναι τὰ ἐπαγγελλόμενα. Ἵνα δὲ μὴ δοκῶμεν προδιδόναι τὸν λόγον τὸν κατὰ τὸ ῥητὸν δυυάμενον σώζεσθαι, καὶ ταῦτα λεκτέον· Φαμὲν τοίνυν αὐτοῦ κατηγοροῦντα τὸν Δαυῒδ ταῦτα φάσκειν ἐπὶ τῷ μὴ ἐγρηγορέναι αὐτὸν περὶ τῆς βασιλείας, μηδὲ προσοχὴν τὴν δέουσαν εἰσαγαγεῖν, ὥστε καιρὸν ἔχειν ἐπιθέσθαι μὲν, τάδε πεπονθέναι αὐτὸν διὰ τῆς ἐπιθέσεως τοῦ Ἀβεσσαλώμ. Ἐμοῦ γὰρ κοιμωμένου, φησὶ, καὶ ὑπνοῦντος τάδε τινὰ συμβέβηκέ μοι. Ἀλλὰ διανέστην, ἐπεὶ Κύριος ἀντιλήψεταί μου, καὶ διαναστὰς μυριάδων λαοῦ ἐπιθεμένων μοι οὐ φοβηθήσομαι. Καὶ ἀβιάστως τὰ ἐξῆς δόξει σώζεσθαι· καὶ ταῦτα μὲν ἡγούμεθα ὡς πρὸς τὴν λέξιν ἑρμηνεύεσθαι, πρὸς δὲ ἀναγωγὴν, ὡς προειρήκαμεν, ἀπὸ προσώπου Κυρίου ταῦτα ἀπαγγέλλεσθαι τὴν ἰδίαν κοίμησιν νῦν διηγουμένου, καὶ ὕπνον τὸν κατὰ τὸ πάθος. Ἐπισκεψώμεθα δὴ πρότερον διαφορὰν κοιμήσεως καὶ ὕπνου νομιζομένου ὡς πρὸς τὴν λέξιν· κοίμησιν μὲν εἶναι ὡς πρὸς τὴν ἡσυχίαν, περὶ ἧς καὶ ὁ Παῦλός φησι· « Πάντες κοιμηθησόμεθα, οὐ πάντες δὲ ἀλλαγησόμεθα· » ὕπνον δὲ ἄνεσιν τῆς ψυχῆς χαλωμένης ἀπὸ τοῦ σώματος καὶ τὴν τάσιν ὑπεκλυούσης, τῷ μὴ φέρειν ἀδιάλειπτον τὸν τόνον. Ἐν δὲ τῷ Ἰὼβ μάλιστα τὴν διαφορὰν παρίστασθαι ὑπολαμβάνομεν διὰ τούτων· « Νῦν ἂν κοιμηθεὶς ἡσύχασα· ὑπνώσας δὲ ἂν ἐπαυσάμην μετὰ βασιλέων, βουλευτῶν γῆς. » Ἐδεήθημεν δὲ τῆς διαφορᾶς τοῦ κοιμηθῆναι καὶ ὑπνῶσαι ὑπὲρ τοῦ συνιέναι πῶς ἂν ἐπὶ τοῦ Σωτῆρος αὕτη δηλοῖτο. Σύνηθες μὲν γὰρ τὴν ἀπὸ τοῦ βίου τούτου ἔξοδον κοίμησιν λέγεσθαι, ἔσθʼ ὅτε δὲ καὶ ὕπνον μεμνήμεθα ὀνομάζεσθαι. « Ἐκοιμήθη » γὰρ, φησὶ, « μετὰ τῶν πατέρων αὐτοῦ· » καὶ, « Πολλὰ σώματα τῶν κεκοιμημένων ἀγίων ἠγέρθησαν εἰς τὴν ἁγίαν πόλιν, καὶ ἐνεφανίσθησαν πολλοῖς· » καὶ, « Νυνὶ δὲ ἐγήγερται Χριστὸς ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων· » καὶ, « Πάντες κοιμηθησόμεθα· » ὕπνον δὲ, ἐπειδὴ ταυτόν ἐστι τὸ καθεύδειν τῷ ὑπνοῦν· « Πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστή σονται. » Συγκριτέον δὲ τοῖς λεγομένοις κεκοιμημένων ἀγίων. Σημαίνει μέντοιγε καὶ ὁ ὕπνος χωρὶς τῆς κατὰ τὴν ἔξοδον τοῦ βίου τὴν ἀπροσεξίαν τῆς ψυχῆς· τῆς προσοχῆς ἐγρηγορήσεως καλουμένης. Φυλάττεσθαι γὰρ ἡμᾶς τὴν ἀπροσεξίαν βουλόμενος ὁ θεῖος λόγος φησί· « Μὴ δῷς ὕπνον σοῖς ὄμμασι, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις, ἵνα σὦζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. » Καὶ βουλόμενος παραστῆσαι τὸ χαῦνον καὶ ἀνειμένον τῶν ἁμαρτωλῶν ὁ Προφήτης φησίν· « Ὕπνωσαν ὕπνον αὐτῶν, καὶ οὐχ εὗρον οὐδέν· » καὶ τὸ, « Ἔγειρε ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός. » Ἀνάλογον δὲ τῷ ὕπνῳ τῷ κατὰ τὴν ἀπροσεξίαν ἐστὶ νυσταγμὸς ψυχῆς ὃν ἀπαγορεύει ὁ Σολομῶν, οὐ μόνον ὕπνον διδάσκων ἡμᾶς μὴ διδόναι τοῖς ὄμμασιν, ἀλλὰ καὶ νυσταγμόν. Καὶ αὐτὸς δὲ ὁ Ὑμνῳδὸς, ἐπὶ ψόγου τάσσων τὸ τοῦ νυσταγμοῦ ὄνομα, φησίν· « Ἐνύσταξαν πάντες οἱ ἐπιβεβηκότες τοὺς ἵππους. » Φαμὲν τοίνυν τὸν κοινὸν θάνατον ὃν ἀπέθανεν ὑπὲρ ἡμῶν κοιμηθῆναι τὸν Σωτῆρα ἡμῶν Ἰησοῦν τὸν Χριστὸν, ὑπνῶσαι δὲ, χωρισθείσης τῆς ψυχῆς ἀπὸ τοῦ σώματος. Καθάπερ γὰρ οἱ ὑπνοῦντες κειμένου τοῦ σώματος ἐνεργοῦσι κατὰ ψυχὴν, φαντασίαις τισὶ προσπιπτούσαις ἑπόμενοι, καὶ πράττουσί τι κατʼ οὐδὲν τοῦ σώματος δεόμενοι· τὸν αὐτὸν τρόπον οὐκ εἰς πάντα τῆς εἰκόνος ἐξομοιουμένης τούτῳ οὗ ἐστιν εἰκὼν, ἀλλʼ ἵνα δηλωθῇ ἡ ἐνέργεια ἡ χωρὶς σώματος. τῆς ψυχῆς τῆς κεχωρισμένης αὐτοῦ, καὶ τούτῳ ὑπνωκυίας, λέγεται μετὰ τὸ, « ἐκοιμήθην, » τὸ, « ὕπνωσα. » Καὶ τί θαυμαστὸν εἰ ἐπὶ τοῦ Σωτῆρος ὁ τοιοῦτος ὕπνος οὐ πάντη ἐστὶν ἀργία τῆς ψυχῆς, ἀλλʼ ἀργία ὡς πρὸς τὸ ὀργάνῳ τῷ σώματι χρῆσθαι; Ἰδία μέντοιγε καὶ καθʼ ἑαυτὴν ἐνεργεῖ, ὅπου καὶ ὑπὸ τοῦ Ἰὼβ τὸ αὐτὸ λεγόμενον δηλοῦται. « Διὰ τί » γὰρ, φησὶν, « ἐκ γαστρὸς εἰς μνῆμα οὐκ ἀπηλλάγην; Νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσι, καὶ μετὰ ἀρχόντων ὧν πολὺς ὁ χρυσός. » Εἰ γὰρ μὴ ἐνόει ἐνέργειάν τινα εἶναι περὶ τὴν ψυχὴν ἐν ᾗ ἐπαύσατο τυγχάνουσα ἀγαθῶν τινων μετὰ τοιῶνδε, οὐκ ἂν ἔλεγεν· « Ὑπνώσας ἀνεπαυσάμην μετὰ βασιλέων βουλευτῶν γῆς, οἳ ἐγαυριῶντο ἐπὶ ξίφεσιν. » Εἷεν δʼ ἂν οὗτοι ἅγιοι στρατιῶται θεοσεβείας λόγῳ τῷ τομωτέρῳ πάσης τῆς μαχαίρας διστόμου χρώμενοι κατὰ παντὸς τοῦ ἐναντίου τῆς ἀληθείας λόγου. Ἄρχοντές τε ὧν πολὺς ὁ χρυσὸς, ἑρμηνεύοιντο ἂν οἱ τῶν πολλῶν διαφέροντες, καὶ κατὰ τοῦτο ἄρχοντες, χρηματίζοντες, πλουτοῦντες ἐν διανοήμασι καὶ τοῖς περὶ ἀληθείας θεωρήμασι. Οὐδὲν οὖν θαυμαστὸν καὶ τὸν Σωτῆρα λέγειν· « Ἐκοιμήθην, καὶ ὕπνωσα, » πολλῷ πλέον ἐνεργήσαντα περὶ σωτηρίας ψυχῶν καὶ παρὰ τὸν καιρὸν τοῦ χωρισμοῦ τοῦ ἀπὸ τοῦ σώματος κατὰ τὰ λεγόμενα ἐν τῇ Καθολικῇ Ἐπιστολῇ παρὰ τῷ Πέτρῳ· « Ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασι πορευθεὶς ἐκήρυξεν ἀπειθήσασί ποτε, ὅτε ἀπεξεδέχετο ἡ τοῦ Θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ, εἰς ἣν ὀλίγοι, τουτέστιν ὀκτὼ ψυχαὶ, διεσώθησαν διʼ ὕδατος. » Μετὰ ταύτην τὴν κοίμησιν ὁ Πατὴρ ἀντιλαμβανόμενος ἐξήγειρεν αὐτόν.

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
