# Selecta in Psalmos [Dub.] 6-24

Origen, Selecta in Psalmos [Dub.], ΨΑΛΜΟΣ ΜΑ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/6-24
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/origen/selecta-in-psalmos-dub/6-24
CTS URN: urn:cts:greekLit:tlg2042.tlg058:6-24

Ὅτι διελεύσομαι ἐν τόπῳ σκηνῆς, κ. τ. ἑ. μὲν κατὰ Μωσέα (94) ἐν Ἐξόδῳ σκηνὴ τύπος, οἶμαι, ταύτης ἦν· ὁ κατὰ Σολομῶντα ναὸς τύπος τοῦ ἀληθινοῦ οἴκου τοῦ Θεοῦ. Ὅτι, φησὶν, ἔτι προκόπτω, καὶ οὕπω τέλειός εἰμι. Σύμβολον δὲ τῆς προκοπῆς, ἡ σκηνὴ, θαυμαστῶς φέρει ἐπὶ τὸν οἶκον αὐτοῦ τοῦ Θεοῦ, τουτέστι τὴν τελειότητα, καθʼ ἥν οἰκεῖ μὲν ἔνθα ὁ Θεός. Οἱ δὲ πνευματικῶς ἑορτάζοντες ἠχοῦσιν ἀγαλλιώμενοι καὶ ἐξομολογούμενοι. Ἤ τοῦτό φησι· Παρεμυθούμην ἐπὶ τοιαύταις ἐμαυτὸν ἐλπίσιν, « Ἵνα τί, λέγων, περίλυπος εἶ, ἡ ψυχή μου; » Προσεδόκων γὰρ ὡς διαδέξεταί με τὸ μακάριον τέλος, ἡ θαυμαστὴ σκηνὴ τοῦ Θεοῦ, καὶ ὁ ἐνδοτάτω οἶκος αὐτοῦ, εἰς ὅν οἱ ἅγιοι ὑπὸ ἀγγελικῶν δυνάμεων αἰρόμενοι εἰσαχθήσονται. Εἰ δὲ « χαρὰ γίνεται ἐν τοῖς οὐρανοῖς ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, » πῶς οὐκ εἰκότως, ψυχῆς μετὰ γυμνασίαν εἰς τὰ ἅγια τὰ ἐπουράνια εἰσαγομένης, φωνὴν εὔφημον γίνεσθαι πλήθους πανηγυριζόντων ἐπὶ τῇ τοῦ σωζομένου σωτηρίᾳ; Ὡς ἐπʼ ἀληθέσι δὲ τούτοις εὐχαριστεῖ. « Ἵνα τί περίλυπος, καὶ τὰ ἑξῆς. Λυπουμένοις οὖν ἑαυτοῖς οὕτως ἐπιπλήττωμεν καὶ συνταρασσομένοις. Ὅτε σωτήριον ὁ Θεὸς ἡμῶν τοῦ προσώπου ἡμῶν ἐστιν, « ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα. »

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
