# Selecta in Psalmos [Dub.] 6-35-10

Origen, Selecta in Psalmos [Dub.], 6 to 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/6-35

Ὁ μεταστρέφων τὴν θάλασσαν, κ. τ. ἑ. Πρῶτον διὰ (52) Μωϋσέως θάλασσα ξηραίνεται· εἶτα διὰ Ἰησοῦ ἐν ποταμῷ διελεύσονται ποδί. Τοῦ αὐτοῦ. Οὐκ εἶπε (53) « μεταστρέψας, » ἀλλὰ « μεταστῤέφων· » κατὰ μὲν γὰρ τὴν ἐσπορίαν ἐπὶ τὰν Ἰουδαίαν ἅπαξ ἐγένετο· κατὰ δὲ διάνοιαν ἀεὶ τοῦτο συμβαίνει, ψυχὰς τεταραγμένας ὑπὸ τῶν ἁλμυρῶν τοῦ βίου κυμάτων καὶ περιφερομένας παντὶ ἀνέμῳ, τῇ διδασκαλίᾳ ἐπʼ ἀρετὴν καὶ γνῶσιν μεταφέροντος Θεοῦ. Ὁ Σύμμαχος οὕτως· « Μετέβαλε τὴν θάλασσαν εἰς ξηρὰν, ποταμὸν διέβησαν ποδί. » Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ, κ. τ. ἑ.« Ἐκεῖ, δηλονότι (54) ἐν ποταμῷ, ἔνθα εὐφρανθησόμεθα ἐπὶ τῷ Κυρίῳ, διελθόντες τῷ ποδὶ ἐν ποταμῷ· ὅτε γεγένηται ταῦτα, ὧν τύπος ἦν τὸ ἐν τῷ Ἰησοῦ θαῦμα, ὅτε ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν. Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη, κ. τ. ἑ. Οἱ ὀφθαλμοὶ (55) αὐτοῦ τῷ παραπτώματι τοῦ Ἰσραὴλ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν. Οἱ πικραίνοντες μὴ ὑψούσθωσαν, κ. τ. ἑ. Οἱ παραπικραίνοντες (56) οἱ ἐξ Ἰσραήλ εἰπιν· οὗτοι οὖν μὴ ὑψούσθωσαν ἑαυτοῖς, γινώσκοντες, ὅτι οἱ ὀφθαλμοὶ τοῦ Θεοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι.

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
