# Selecta in Psalmos [Dub.] 6-52

Origen, Selecta in Psalmos [Dub.], ΨΑΛΜΟΣ ΡΜΘ΄.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/origen/selecta-in-psalmos-dub/6-52
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/origen/selecta-in-psalmos-dub/6-52
CTS URN: urn:cts:greekLit:tlg2042.tlg058:6-52

Ὅτι εὐδοκεῖ Κύριος ἐν λαῷ αὐτοῦ, καὶ ὑψώσει πραεῖς ἐν σωτηρία, κ. τ. ἑ. Εὐδοκεῖ Κύριος (27) ἐν τῇ ἰδίᾳ μερίδι, ἥτις ἐστὶν ὁ λαὸς αὐτοῦ, οὐκ ἐν ἄλλῳ τινὸς ἄρχοντος τοῦ αἰῶνος τούτου λαῷ. Καὶ ὑψώσει πραεῖς εἰς γῆν ἣν κληρονομοῦσιν οἱ πραεῖς, οὐ τὴν κάτω, ἀλλὰ ταύτην ἐφʼ ἧς ἐστιν ἡ ἄνω Ἱερουσαλήμ· ὑψώσει γὰρ Θεὸς πραεῖς ἐν σωτηρίᾳ· καὶ καυχήσονται ὅσιοι ἐν δόξῃ. Ἐν ποίᾳ δόξῃ; εὐλόγως περὶ ἧς φησιν· « Ὁ καυχώμενος ἐν Κυρίῳ καυχάσθω· » ἢ τοιαύτῃ ὁποίαν εἶχε Μωϋσῆς, ὅτε δεδόξασται ἡ ὅψις τοῦ προσώπου αὐτοῦ· καὶ περὶ ἧς φησιν ὁ Παῦλος· « Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν. »

---

Origen, Selecta in Psalmos [Dub.], ed. Charles de La Rue, Charles Vincent de La Rue. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2042.tlg058.local001/.
