# Argonautica 44.24-46.9

Orphica, Argonautica, 44.24 to 46.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/orphica/argonautica/44.24
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/argonautica/44.24

ἔσκηψεν βασιλῆι περὶ φρένας, ὃς ὅά τ’ ἔδοξε παρθένον, ἣν ἀτίταλλεν ἐνὶ μεγάροισιν ἑοῖσι, Μηδείης κόλποισιν ἐν ἱμερτοῖσι συνήναι 780 ΑΡΓΟΝΑΥΤΙΚΑ. ἀστέρα καμμανδόντα δι’ ἠετίου πορείης. ἢ δ’ ἐπεὶ ἐν πέπλοισι λάβεν κεχαρηότι θυμῷ, ἥμε φέρονσ’ ἐς χειμᾶτ’ ἐυρρεῖτον ποταμοῖο Φάσιδος· ἀστέρα δ’ αὐτὸν ἀναρπάξαντα ῥεέθρῳ οἴχεσθαι πόντοιο δι’ Ἀξεινοῖο φέροντα. ταῦτα δ’ ἐσαθρήσας δολίῳ ἐξέσσυτο ὕπνου ἀπροφάτως, συγχερὸν δὲ περὶ φρένας ἵκετο δεῖμα· αὐτὸ δ’ ἄφ’ ἐξ εὐνῆς· ὁμωσὶν δὲ οἱ ὤκ’ ἐπέτελλεν ἵππους ἐντίνειν, ὑπὸ δὲ ζεύξασθαι ἀπήρην, ὅφρα κε μειλίζαιτο κιόν ἐπὶ ῥεῖθρον ἑοανὸν Φάσιν διήγεντα σὺν ἐνδατίαις μίγα νύμφαις ψυχὰς θ’ ἱρῶων, ὅσαι τ’ ἐπὶ ῥεῖθρον ἄμειβον. θυγατέρας δ’ ἐκλῆζε Θυώδεος ἐν θαλάμῳ, Χαλκιόπην σὺν παισὶν ἀποφθιμένον Φρίξοιο ἥδ’ ἁπαλὴν Μήδειαν ἀριπρεπὲς εἶδος ἔχουσαν, παρθένον αἰδοίην, ὅφρ’ ἂν συνέπουντο κιόντι· Ἄψυρτος δ’ ἀπάνευθε δόμους ναίεσκε πόληος. ἄρμα δ’ ἐπὶ χρύσειον ἐβῆ μίγα θυγατέρεσσιν Αἰήτης. τὸν δ’ αἰψα διέχ πεδίου φέρον ἵπποι χεῖλος ὑπὲρ ποταμοῦ δονακώδεος, ἐνθὰ περ αἰεὶ εὐχωλὰς ῥείθροισι καὶ ἱερὰ καλὰ κόμιζε. κείνησιν δ’ ὀχθῆσιν ὑπύδρομος ἤλυθεν Ἀργώ. τὴν ὅα τότ’ Αἰήτης εἰσέδρακεν, ἐν δ’ ἄρα πολλοὺς ἐξεῖνς ἥρως ἐμιλαδὸν ἐδριόωντας, ἀθανάτοις ἰκέλους· περὶ γάρ οἱ τεύχεα λάμπε. τοῖσι δ’ ἄφ’ ἐν πάντεσσι μετέπρεπε διὸς Ἥρων· Ἥρη γὰρ πέρυ πάμπαν ἐτίετο, καὶ οἱ ἔδωκε κάλλος τε μέγεθός τε καὶ ἠνορέην ὑπέροπλον. ἀλλ’ ὅτε δὴ σχεδὸν ὄντες ἐπ’ ἀλλήλοισ βάλον ὄσσε, Αἰσονίδης Μινύαι τε περὶ φρένα παχνώθησαν. 810 πρόσθε γὰρ Αἴτης μὲν ἐφ’ ἄματος ἕλιος ὡς λάμπετο μαρμαρυγῷσι περὶ χυσεύων ἀπὸ πέπλων· (815) ἀμφὶ δὲ οἱ στεφάνη κεφαλὴν ἔχε θυσανόεσσα ἀκτίσι γλογχέαις· σκῆπτρον δ’ ἐν χεροσὶν ἐνόμα ἀστεροπαῖς ἕχελον· δοιὼ δ’ ἑκάτερθεν ἔστην 815 ἡγatéρες· ταῖς γὰρ οἱ ἀγαλλόμενος πεφόρητο. σμερδόνν ὑπ’ ὀφθαλμοῖσι δ’ ἐσέδρακε νῆι πελασθείς, (820) καὶ οἱ ἀπὸ στηθέων βριαρὴν ἀνεείχато φωνὴν δεινὸν ὁμοχλήσας· μέγα δ’ ἀμφιάχων ἐγεγώνει·

---

Orphica, Argonautica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003641.
