# Argonautica 46.12-47.18

Orphica, Argonautica, 46.12 to 47.18. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/orphica/argonautica/46.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/argonautica/46.12

Φράζετον, οἵτινες ἐστέ, τί δὲ χρέος ὑμᾶς ἱκάνει, 820 ἐκ ποθὲν ἐλδομένοισι Κτυαίδα γαῖαν ἀμεῖψαι. οὐδ’ ἄρ’ ἐμὴν ἀλέγοντες ἀνακτορίην πεφόβησθε, (825) οὐδὲ λεών, σκίπτροισ ἐπίγρανον ἡμετέροισι, Κόλχων, οὗ καὶ Ἀρη δορυσόω εἰσὶν ἀτειρεῖς, ἐς μόθον ἱεμένοις εὖ εἰδότες ἵφι μάχεσθαι. 825 Ὡς ἔφαθ’· οἱ δ’ ἄρα πάντες ἀλὴν ἐγένοντο σιωπῇ· Αἰσονίδη δ’ ἄρα Θάρσος ἐνὶ πραπίδεσσιν ὤπασεν (830) Ἥρη πρέσβα θεά· μέγα δ’ ἀντιάχων ἐγεγώνει· Οὔτε τι ληιστῆρες ἱκάνομεν, οὔτε τιν’ ἄλλην γαῖαν ἐπιστροφῶντες ἐχείρομεν ὕβριος αἴσῃ 830 ἔογ’ ἀδικ’ ἀνθρώποισιν, ἀ δὴ πολέες μεμάασι τετλάμεν ἐν βιοτῇ κέρδοις ἕνεκα σφετέρωιο. (835) ἀλλὰ μοι ἄθλον ἔταξε Ποσειδῶνος φίλος νίος, πατροκλασίγνητος Πελίης, χρύσεον ποτὶ κῶας λαζομένους ἀφίξεσθαι ἐντιμένην ἐς Ἰωλκόν. 835 810 Αἰσονίδης Hermann] αἰήτης. — 812 μαρμαρυγῷσι Hermann] μαρμαργυαῖσι. — 813 στεφάνη κεφαλὴν ἔχε θυσανόεσσα (sic) Stephanus] στεφάνην κεφαλὴν ἔχε θυσανόεσσα. — 814 ἀκτίσι codd. — 815 ἕχελον codd. — ἔστην Hermann] ἔστην. — 816 οἱ Hermann] κεν. — 819 ἀμφιάχων Hermann] ἀντιάχων. — 820 ὑμᾶς Hermann] ὑμᾶς. — 823 λεώ codd. — σκίπτροισ ἐπίγρανον Pierson] σκίπτροισιν ἐπήρανον. — 824 οὗ καὶ Hermann] οὗ κεν. — δορυσόω Sanctamandus] δορυσόοι. — 828 θεῶν codd. — 834 Πελίης Hermann] πελίας. ΑΡΓΟΝΑΥΤΙΚΑ. οὐδὲ τί οἱ νόῦνμοι ἐμοὶ ἐρίηρες ἑταῖροι· οἱ μὲν γὰρ μακάρων, οἱ δ’ ἡρώων γένος ἐσμέν. οὐδὲ τί οἱ πολέμων ἀδάμῳνες οὐδὲ μόθου· ξεῖνοι δ’ εὐχόμεθ’ εἶναι ἐφέστιοι· ὡς καὶ ἄμεινον. Ὡς φάτο· τοῦ δ’ ἄρα θυμὸς ὀρίνετο ἴσος ἀέλλη, Αἰήτεω, καὶ σμερδὸν ἐσέδρακεν ὀφθαλμοῖσι φριχτὸν ἐφ’ ἡρώεσι δόλον καὶ μήτιν ὑφαίνων. ὧφὲ δὲ δὴ Μινύαις τοιήν ἀνεείχато φωνήν· Εἰ μὲν δὴ Κόλχοισιν ἀρηφάτοισιν ἐσάντα μαρναμένοις ἐπιθεῖσθον, ἀποφθίσειν μένος ἄνδρας ἔλπεσθ’· οὐ γὰρ ἀδήριτον γέρας ἔσσεται ὑμῖν, κῶας ἀειφόμενοις ἔναι πρὸς πατρίδα γαῖαν. εἰ δὲ νῦ παῦροι ὄντες ὑποκλίνουτε φάλαγγι ἡμετέρῃ, τότε νῆα καταφθιμένοισι κεάσσει· εἰ δὲ κέ μοι πείθοισθε, τὸ καὶ πολὺ κέρδιόν ἐστι, χρίναντες τὸν ἄριστον, ἧ ὃς βασιλεύτερός ἐστιν, ὅφρα κε πειρηθεὶς ἀέθλων, ὅς αὐτὸς ἐνίσπω, κῶας ἔλη χρύσειον· ὁ καὶ γέρας ἔσσεται ὑμῖν. Ὡς εἰπὼν ἵπποισιν ἐκέχλετο· τοὶ δ’ ἄρ’ ὁπίσσω

---

Orphica, Argonautica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003641.
