# Lithica 124.1-126.16

Orphica, Lithica, 124.1 to 126.16. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/orphica/lithica/124.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/lithica/124.1

ΛΙΘΙΚΑ. ἄψ ἀναχωρήσει προλιπὼν ἐριγθέα νίκην· οὐδὲ οἱ ἀθλητῆρι κοινοσαμένῳ ἐν ἀγῶνι ἀντιβίην τινὰ θυμὸς ἐφορμήσει μενεαίνειν, οὐδ’ εἰ χάλκεα γυῖα καὶ ἄγραμπτον σθένος ἀνὴρ ἄντικον στεφάνοιο πόθῳ νομίσας ἐριδαίνοι. ναί μιν καὶ Θήρεσσιν ὀρεσκάοισι λέοντα δεινὸν καὶ λαοῖσιν ἐοικότα δαίμονι τεύξω, καὶ οἱ καὶ βασιλεῦσι διοτρεφέεσσιν ὀπάσσω δεῖνα καὶ ἀλλοδαποῖσι μετ’ ἀνθρώποισι τίεσθαι. τὸν δὲ καὶ ἠΐθεοι τερενόχοος ἱμερτῇσιν αἰὲν ἐφορμήσουσι περιπτύσσειν παλάμῃσι, καὶ μαλακὴ χρύσειον ἐπὶ λέχος αἰὲν ἐρύσσει ἄλληκτον κούρῃ ἐπιμεμένη φιλόττητος· εὐχομένου τε πρὸς οὔατ’ ἀφίξεταί αἰὲν ἐόντων εὐχή, καὶ πόντοιο κυνώμενον οὐκ ἀλεγίζων βήσετ’ ἐπὶ τραφερὴν χθόνα’ ἀνυμάντοισι πόδεσσι. τὸν καὶ ληιστῆρες ἀνάφσιοι οἷον ἔοντα φεύξονται, καὶ δμῶες διόμενοι πατέρι’ εἶναι τίσονται καὶ οἶκον ἑοῦ στέξουσιν ἄνακτος. ἴδμεναι αἳ κ’ ἐθέλῃσι, δαήσεται, ὅσσα τε φῶτες κρυπτάδια σφετέροισιν ἐνὶ φρεσὶ μηχανόωνται, ὅσσα τε κεκλήγασι μετὰ σφίσι ν ἠεροφρίται ἀνθρώποισιν ἄφραστον λαχάζοντος ἀοιδήν, οἷωροί, μεγάλουο Λιὸς κραιπνοὶ ὑποφῆται. ὅοῖζόν τε στήσαι χαμαὶ ἐχομένοιο δράκοντος εἴσεταί ἥδ’ ὕφενων ἰὸν σβέσαι ἐσπιστήρων. δώσω οἱ καὶ φῶτα χόλῳ πίπτοντα σελήνης ὁύσασθαι καὶ νοῦσον ἀταρτηρὴν ἐλέφαντος, καὶ ψυχὴν ἐλάσαι τεθνηότος, ἢ κεν ἐρεμνοῦ ἐξ ’Ἄϊδος προμολοῦσα ποτιχρόμπτηται ἑκάστῳ. ἄλλαι ἀπειρέσιοι πολυμήτιος Ἑρμείαο ΛΙΘΙΚΑ. ἀφνειοῦ χρυσοῦ πολὺ προφερέστερα δεῖξεν· φῶτα δὲ δίζημαι ταλακάρδιον, ὅς κεν ἕκαστον ἐμμεμαὼς πειρῶτο μενοινήσῃ τε κάμη τε, ὅς τε διδάσκηται καὶ ὅς εἰδότας ἐξερείνη. οὐ γὰρ ἄτερ καμάτοιο τέλος μύθοισι καὶ ἔργοις εὐρύοπα Κρονίδης ἐθέλει δόμεν· ἀλλὰ καὶ αὐτὸν ἐς δύσιν ἀσθμαίνοντες ἀν’ αἰθέρα λαμπετάωσαν Ἥλιον φαέθοντα σὺν ἅρματι πῶλοι ἄγουσι. Μᾶλλον ἐγὼ πινυτοῖο παραίφασιν ἀνέρος εὑρὼν τέφρομαι ἥπερ χρυσὸν ἀπάντων κοίρανον ἀνδρῶν. Ἡλίῳ γὰρ ἄγων ἱερήιον ἀντεβόλησα ἀγρόθεν ἄστυδ’ ἰόντι περίφρονι Θειοδάμαντι καὶ μιν ἑλὼν χειρὶ χεῖρα προσήψιον ὧδ’ ἐπέεσσιν· Ἔς πόλιν, εἰ μὴ πάμπαν ἐπισπέρχουσιν ἀνάγκαι, ὀηδίως σοι, ἑταῖρε, καὶ αὐριον ἔσσεθ’ ἱκέσθαι· νῦν δὲ σέ μοι στείχοντι μετ’ εἰλαπίνην θεὸς αὐτὸς ὤρσεν ὑπαντιάσαι· τῷ μοι πρόσφρων ἐπίνευσον

---

Orphica, Lithica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003643.
