# Testimonia 508.12-41

Orphica, Testimonia, 508.12 to 508.41. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/orphica/testimonia/508.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/testimonia/508.12

τῳσαι γείνατο κλεινόν. δὲ Μουσαῖοι κατὰ βραχὺ ἄλλωι ἀλλαχοῦ, τὰ δὲ Ἡσιόδωι τὰ δὲ Ὁμήρωι. 14. PLATO Symp. 179 D Ὀρφέα δὲ τὸν Οἰάγρου ἀτελῆ ἀπέπεμψαν ἐξ Ἅιδου, φάσμα δεῖξαντες τῆς γυναικὸς ἐφ’ ἣν ἔκειν, αὐτὴν δὲ οὐ δόντες, ὅτι μαλθακίζεσθαι ἐδόκει, ἄτε ὢν κιθαρωιδός, καὶ οὐ τολμᾶν ἕνεκα τοῦ ἔρωτος ἀποθνήσκειν ὥσπερ Ἄλκηστις, ἀλλὰ διαμηχανάσθαι ζῶν εἰσιέναι εἰς Ἅιδου. τοιγαροῦ διὰ ταῦτα δίχην αὐτῶι ἐπέθεσαν, καὶ ἐποίησαν τὸν θάνατον αὐτοῦ ὑπὸ γυναικῶν γενέσθαι. 15. Diod. V 64, 4 ἔνιοι δ’ ἱστοροῦσιν, ὧν ἐστι καὶ Ἔφορος [FHG I 235 fr. 65] τοὺς Ἰδαίους Δακτύλους γενέσθαι μὲν κατὰ τὴν Ἴδην τὴν ἐν Φρυγίαι, διαβῆναι δὲ μετὰ Μῦγόνου εἰς τὴν Εὐρώπην· ὑπάρξαντας δὲ γόητας ἐπιτηδεύσαι τὰς τε ἐπωιδὰς καὶ τελετὰς καὶ μυστήρια, καὶ περὶ Σαμοθράκην δια- τριβάντας οὐ μετρίως ἐν τούτοις ἐκπλήττειν τοὺς ἐγχωρίους· καθ’ ὃν δὴ χρόνον καὶ τὸν Ὀρφέα φύσει διαφόρωι κεχορηγημένον πρὸς ποίησιν καὶ μελωδίαν μαθητὴν γενέσθαι τούτων καὶ πρῶτον εἰς τοὺς Ἕλληνας ἐξενεγκεῖν τελετὰς καὶ μυστήρια. 16. THEOPHR. char. 16, 11 καὶ ὅταν ἐνύπνιον ἴδῃ [der δεισιδαιμων], πορεύεσθαι πρὸς τοὺς ὄνειροκρίτας . . . καὶ τελεσθησόμενος πρὸς τοὺς Ὀρφο- νεαῖ’ φησὶν Ὀρφεύς, καταπαύσατε κόσμον ἀοιδῆς’, ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἔκτῃ καταπεπαυμένος εἶναι κρίσει. 2. — Cratyl. 402 BC ὥσπερ αὖ Ὅμηρος ‘Ὠκεανὸν τε θεῶν γενεσίν’ φησιν ‘καὶ μητέρα Τηθύν’ [Ξ 201]. οἶμαι δὲ καὶ Ἡσιόδος [Theog. 337]. λέγει δὲ πού καὶ Ὀρφεὺς ὅτι Ὠκεανὸς πρῶτος καλλίρροος ἥρξε γάμοιο, ὃς ἤ κασιγνήτην ὁμομήτορα Τηθύν ὀπνιεν. 3. — 400 BC καὶ γὰρ σῆμά τινὲς φασιν αὐτὸ εἶναι τῆς ψυχῆς [nämli. τὸ σῶμα], ὡς τεθαμμένης ἐν τῶι νῦν παρόντι· καὶ διότι αὖ τούτωι σημαίνει ἄ ἂν σημαίνη ἡ ψυχή, καὶ ταύτῃ σῆμα ὀρθῶς καλεῖσθαι. δοκοῦσι μέντοι μοι μάλιστα θέσθαι οἱ ἀμφὶ Ὀρφέα τοῦτο τὸ ὄνομα, ὡς δίχην διδούσης τῆς ψυχῆς ὧν δὴ ἔνεκα δίδωσιν, τοῦτον δὲ περίβολον ἔχειν ἵνα σῴζεται δεσμοτηρίου εἰκόνα. Vgl. Philol. fr. 14. 15 S. 255.

---

Orphica, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002668.
