# Testimonia 514.12

Orphica, Testimonia, 514.12. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/orphica/testimonia/514.12
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/orphica/testimonia/514.12

καὶ τὰ ἐξῆς παρὰ Μουσαίου λαβὼν τοῦ ποιητοῦ κατὰ λέξιν. 8 [3] [ERATOSTH.] catast. 13 ἐσχηματίζεται δ' ἐν τούτῳ ἡ Αἴξ καὶ οἱ Ἑριφοι. Μουσαῖος γὰρ φησι Δία γεννώμενον ἐγχειρισθῆναι ὑπὸ Ῥέας Θέμῳ, Θέμιν δὲ Ἀμαλθείαι δοῦναι τὸ βρέφος, τὴν δὲ ἔχουσαν αἴγα ὑποθεῖναι, τὴν δ' ἐκθρέψαι Δία· τὴν δὲ Αἴγα εἶναι Ἡλίου θυγατέρα φοβερὰν οὕτως, ὥστε τοὺς κατὰ Κρόνον θεούς, βδελυττομένους τὴν μορφὴν τῆς παιδός, ἀξιῶσαι Γῆν κρύψαι αὐτὴν ἐν τινὶ τῶν κατὰ Κρῆτην ἀντρῶν· καὶ ὑποχρυψαμένην ἐπιμελεῖν αὐτῆς τῇ Ἀμαλθείᾳ ἐγχειρίσαι, τὴν δὲ τῷι ἐκείνης γάλακτι τὸν Δία ἐκθρέψαι· ἐλθόντος δὲ τοῦ παιδὸς εἰς ἡλικίαν καὶ μέλλοντος Τιτᾶσι πολεμεῖν, οὐκ ἔχοντος δὲ ὅπλα, θεσπισθῆναι αὐτῷ τῆς αἴγος τῇι δορᾶι ὅπλῳι χρήσασθαι διὰ τε τὸ ἀτρωτον αὐτῆς καὶ φοβερὸν καὶ διὰ τὸ εἰς μέσην τὴν ῥάχιν Γοργόνος πρόσωπον ἔχειν· ποιήσαντος δὲ ταῦτα τοῦ Διὸς καὶ τῇι τέχνηι φανέντος διπλασίουος, τὰ ὀστὰ δὲ τῆς αἴγος καλύψαντος ἄλλῃι δορᾶι καὶ ἐμψυχον αὐτὴν καὶ ἀθάνατον κατασκευάσαντος, αὐτὴν μὲν φασιν ἀστρὸν οὐράνιον [κατασκευάσαι] (γενέσθαι, τὸν δὲ Δία αἰγίοχον καληθῆναι). LACT. inst. div. I 21, 39 huius capellae corio usum esse pro scuto Iovem contra Titanas dimicantem M. auctor est, unde a poetis aigioxos nominatur. Vgl. Epimenides c. 68 B 6. S. 503.

---

Orphica, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002668.
