Ancient Greek
[Περὶ Γλαύκου τοῦ Σισύφου.]
Palaiphatos, De Incredibilibus [Περὶ Γλαύκου τοῦ Σισύφου.]
Not analysed yet
Φασὶ δὲ ὅτι καὶ οὗτος κατεβρώθη ὑπὸ τῶν ἵππων, ἀγνοοῦντες ὅτι ἱπποτροφῶν καὶ μεγάλας δαπάνας ποιούμενος καὶ τῶν οἰκείων οὐδὲν ἐπιμελούμενος ἐπετρίβη, καὶ ἐπέλιπεν αὐτὸν ὁ βίος.