Ancient Greek
[Περὶ Δαιδάλου.]
Palaiphatos, De Incredibilibus [Περὶ Δαιδάλου.]
Not analysed yet
Λέγεται περὶ Δαιδάλου ὡς ἀγάλματα κατεσκεύαζε δι’ ἑαυτῶν πορευόμενα· ὅπερ ἔμοιγε ἀδύνατον εἶναι δοκεῖ, ἀνδριάντα δι’ ἑαυτοῦ βαδίζειν. τὸ δὲ ἀληθὲς τοιοῦτον. οἱ τότε ἀνδριαντοποιοὶ καὶ ἀγαλματοποιοὶ συμπεφυκότας ὁμοῦ τοὺς πόδας καὶ τὰς χεῖρας παρατεταμένας ἐποίουν. Δαίδαλος δὲ πρῶτος ἐποίησε διαβεβηκότα τὸν ἕνα πόδα. διὰ τοῦτο δὴ οἱ ἄνθρωποι ἔλεγον ὁδοιποροῦν τὸ ἄγαλμα τοῦτο εἰργάσατο Δαίδαλος, ἀλλ’ οὐχὶ ἑστηκός, ὡς καὶ νῦν λέγομεν μαχόμενοί γε ἄνδρες γεγραμμένοι εἰσί καὶ τρέχοντες ἵπποι καὶ χειμαζομένη ναῦς. οὕτω κἀκεῖνον ἔλεγον ὁδοιποροῦντα ποιεῖν ἀγάλματα.