# De Incredibilibus [Περὶ Εὐρώπης.]

Palaiphatos, De Incredibilibus, [Περὶ Εὐρώπης.]. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/palaiphatos/de-incredibilibus/%5B%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%95%E1%BD%90%CF%81%CF%8E%CF%80%CE%B7%CF%82.%5D

Φασὶν Εὐρώπην τὴν Φοίνικος ἐπὶ ταύρου ὀχουμένην διὰ τῆς θαλάσσης ἐκ Τύρου εἰς Κρήτην ἀφικέσθαι. ἐμοὶ δὲ οὔτ’ ἂν ταῦρος οὔθ’ ἵππος δοκεῖ τοσοῦτον πέλαγος διανύσαι [δύνασθαι], οὔτε κόρη ἐπὶ ταῦρον ἄγριον ἀναβῆναι· ὅ τε Ζεύς, εἰ ἐβούλετο Εὐρώπην εἰς Κρήτην ἐλθεῖν, εὑρεῖν ἂν αὐτῇ ἑτέραν πορείαν καλλίονα. τὸ δὲ ἀληθὲς ἔχει ὧδε. ἀνὴρ Κνώσιος ὀνόματι Ταῦρος ἐπολέμει τὴν Τυρίαν χώραν. τελευτῶν οὖν ἐκ Τύρου ἥρπασεν ἄλλας τε πολλὰς κόρας καὶ δὴ καὶ τὴν τοῦ βασιλέως θυγατέρα Εὐρώπην. ἔλεγον οὖν οἱ ἄνθρωποι Εὐρώπην τὴν τοῦ βασιλέως Ταῦρος ἔχων ᾤχετο. τούτων γενομένων προσανεπλάσθη ὁ μῦθος.

---

Palaiphatos, De Incredibilibus, ed. Nicola Festa. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1553.tlg001.local001/.
