# De Incredibilibus [Περὶ Καινέως.]

Palaiphatos, De Incredibilibus, [Περὶ Καινέως.]. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/palaiphatos/de-incredibilibus/%5B%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%9A%CE%B1%CE%B9%CE%BD%CE%AD%CF%89%CF%82.%5D

Καινέα φασὶν ὅτι ἄτρωτος ἦν. ὅστις δὲ ὑπολαμβάνει ἄτρωτον εἶναί τινα ἀπὸ σιδήρου ἄνθρωπον ὄντα, ματαιάζει. ἡ δὲ ἀλήθεια ἔχει ὧδε. Καινεὺς ἦν ἀνὴρ Θετταλὸς τὸ γένος, ἀγαθὸς τὰ πολεμικὰ καὶ ἐπιστήμων τοῦ μάχεσθαι· γενόμενος δὲ ἐν πολλαῖς μάχαις οὐδέποτε ἐτρώθη, οὐδὲ ὅτε Λαπίθαις συμμαχῶν πρὸς Κενταύρους ἀπέθανεν· ἀλλὰ συλλαβόντες αὐτόν, μόνον κατέχωσαν, καὶ οὕτως ἐτελεύτησεν. ἔλεγον οὖν οἱ Λαπίθαι, ἀνελόμενοι τὸν νεκρὸν αὐτοῦ καὶ εὑρόντες μὴ τετρωμένον τὸ σῶμα, Καινεὺς τόν τε ἄλλον βίον ἄτρωτος ἦν καὶ ἀπέθανεν ἄτρωτος.

---

Palaiphatos, De Incredibilibus, ed. Nicola Festa. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1553.tlg001.local001/.
