# De Incredibilibus [Περὶ Λάδωνος διήγημα.]

Palaiphatos, De Incredibilibus, [Περὶ Λάδωνος διήγημα.]. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/palaiphatos/de-incredibilibus/%5B%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%9B%CE%AC%CE%B4%CF%89%CE%BD%CE%BF%CF%82%20%CE%B4%CE%B9%CE%AE%CE%B3%CE%B7%CE%BC%CE%B1.%5D

Ἔδοξε τῇ Γῇ Λάδωνι τῷ ποταμῷ πρὸς συνουσίαν ἐλθεῖν· καὶ ἐπεὶ συνῆλθον ἀλλήλοις, κύει μὲν ἡ Γῆ, τίκτεται δὲ ἡ Δάφνη. φιλεῖ δὲ ἐκείνην ὁ Πύθιος, καὶ ῥήματα ἦν ἐραστοῦ πρὸς τὴν κόρην. ἀλλ’ ἡ Δάφνη τὴν σωφροσύνην ἐφίλει. διώκειν οὖν ἔδει, καὶ ἐδιώκετο. πρὶν δὲ ἀπειπεῖν ἐν τῇ φυγῇ, παρακαλεῖ τὴν μητέρα αὑτῆς πάλιν αὐτὴν εἴσω ποιῆσαι καὶ τηρῆσαι οἵα γεγένηται. ἡ μὲν οὖν ὧδε ἐποίει καὶ τὴν Δάφνην εἶχεν ἐν ἑαυτῇ· κατὰ δὲ τὸ μέρος ἐκεῖνο εὐθὺς ἀνεπήδα φυτόν. καὶ παραπεσὼν αὐτῷ κατὰ τὴν ἀκμὴν τοῦ ἔρωτος ὁ θεὸς οὐκ εἶχεν ὅπως ἀποστῇ τοῦ φυτοῦ· ἀλλ’ αἵ τε χεῖρες ἀνελαμβάνοντο καὶ ἡ κεφαλὴ τὸ λοιπὸν ἐκοσμεῖτο. λέγεται δὲ καὶ ὁ τρίπους οὐκ ἄνευ τῆς δάφνης ἱδρῦσθαι κατὰ Βοιωτίαν ἐπὶ τοῦ χάσματος.

---

Palaiphatos, De Incredibilibus, ed. Nicola Festa. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1553.tlg001.local001/.
