# De Incredibilibus [Περὶ Φάωνος.]

Palaiphatos, De Incredibilibus, [Περὶ Φάωνος.]. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/palaiphatos/de-incredibilibus/%5B%CE%A0%CE%B5%CF%81%E1%BD%B6%20%CE%A6%CE%AC%CF%89%CE%BD%CE%BF%CF%82.%5D

Τῷ Φάωνι βίος ἦν περὶ πλοῖον εἶναι καὶ θάλασσαν. Τῷ Φάωνι βίος ἦν περὶ πλοῖον εἶναι καὶ θάλασσαν. πορθμὸς ἦν ἡ θάλασσα· ἔγκλημα δὲ οὐδὲν παρ’ οὐδενὸς ἐκομίζετο, ἐπεὶ καὶ μέτριος ἦν καὶ παρὰ τῶν ἐχόντων μόνον ἐδέχετο. θαῦμα ἦν τοῦ τρόπου παρὰ τοῖς Λεσβίοις. ἐπαινεῖ τὸν ἄνθρωπον ἡ θεός· Ἀφροδίτην λέγουσι τὴν θεόν· καὶ ὑποδῦσα θέαν ἀνθρώπου, γυναικὸς ἤδη γεγηρακυίας, τῷ Φάωνι διαλέγεται περὶ πλοῦ. ταχὺς ἦν ἐκεῖνος καὶ διακομίσαι καὶ μηδὲν ἀπαιτῆσαι. τί οὖν ἐπὶ τούτοις ἡ θεός; ἀμεῖψαί φασι τὸν ἄνθρωπον, καὶ ἀμείβεται νεότητι καὶ κάλλει τὸν γέροντα. οὗτος ὁ Φάων ἐστίν, ἐφ’ ᾧ τὸν ἔρωτα αὑτῆς ἡ Σαπφὼ πολλάκις ἐμελοποίησεν.

---

Palaiphatos, De Incredibilibus, ed. Nicola Festa. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1553.tlg001.local001/.
