# Epistula ad Lausum 7

Palladius, Epistula ad Lausum, Page 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/palladius-scr-eccl/epistula-ad-lausum/7

γὰρ ἐστὶ μόνος ὁ τῶν ὅλων θεός, ἐπειδὴ καὶ αὐτοφυὴς καὶ πρὸ αὐτοῦ ἄλλον οὐκ ἔχων· τὰ δ' ἄλλα πάντα ἐστὶ διδακτά, ἐπειδὴ ποιητὰ καὶ κτιστά. καὶ τὰ μὲν πρῶτα τάγματα διδάσκαλον ἔχει τὴν ἀνωτάτω τριάδα· τὰ δὲ δεύτερα μανθάνει παρὰ τῶν πρώτων· τὰ τρίτα παρὰ τῶν δευτέρων· καὶ οὕτω καθεξῆς κατὰ τάξιν, μέχρι καὶ τῶν ἐσχάτων. οἱ γὰρ κρείττους ἐν γνώμῃ καὶ ἀρετῇ τοὺς ἐλαττουμένους ἐν γνώσει διδάσκουσιν. οἱ τοίνυν οἰόμενοι διδασκάλων μὴ χρῄζειν, ἢ μὴ πειθόμενοι τοῖς ἐν ἀγάπῃ διδάσκουσιν, ἄγνοιαν νοσοῦσι τὴν μητέρα τῆς ὑπερηφανίας· ὧν πρωτεύουσιν εἰς ἀπώλειαν οἱ τῷ αὐτῷ πάθει τῆς οὐρανίου διαγωγῆς ἐκπεσόντες, οἱ ἐν ἀέρι πετόμενοι δαίμονες τῶν ἐν τοῖς οὐρανοῖς ἀποδράσαντες διδασκάλων. οὐ γὰρ αἱ λέξεις ἢ αἱ συλλαβαί εἰσι διδασκαλία, ἃ ἔχουσιν ἐνίοτε καὶ οἱ ἐπὶ πλεῖστον φαῦλοι· ἀλλὰ τὰ τοῦ ἤθους κατορθώματα, ἥ τε ἀλυπία καὶ ἡ ἀπτοησία καὶ ἡ ἀδειλία καὶ τὸ ἀόργητον, καὶ ἡ ἐπὶ πάντων παρρησία, ἡ καὶ τοὺς λόγους ὡς πυρὸς φλόγα γεννῶσα. εἰ γὰρ μὴ ἦν τοῦτο, οὐκ ἂν ἔλεγεν ὁ μέγας διδάσκαλος τοῖς ἑαυτοῦ μαθηταῖς· Μάθετε ἀπ' ἐμοῦ ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· οὐ τῇ εὐλεξίᾳ ῥυθμίζων τοὺς ἀποστόλους, ἀλλὰ τῇ εὐλαβείᾳ τοῦ ἤθους, μηδένα λυπῶν πλὴν τῶν μισολόγων καὶ διδασκάλους μισούντων. δεῖ γὰρ τὴν κατὰ θεὸν ἀσκουμένην ψυχὴν ἢ μανθάνειν πιστῶς ἃ οὐκ οἶδεν, ἢ διδάσκειν σαφῶς ἃ ἔγνω. εἰ δὲ ὁπότερον μὴ βούληται εἰ δύναται, μανίαν νοσεῖ. ἀρχὴ γὰρ ἀποστασίας διδασκαλίας κόρος καὶ ἀνορεξία λόγου, ὃν ἀεὶ πεινᾷ ἡ ψυχὴ τοῦ φιλοθέου. ἴσχυε οὖν καὶ ὑγίαινε καὶ ἀνδρίζου, καὶ χαρίσηταί σοι ὁ θεὸς τὸ μεταδιώκειν τὴν γνῶσιν τοῦ Χριστοῦ.

---

Palladius Scr. Eccl., Epistula ad Lausum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2111.tlg003.local001/.
