# Fragmenta 675

Pantaenus, Fragmenta, 675. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/pantaenus/fragmenta/675
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/pantaenus/fragmenta/675

Τούτους δὲ ὡσοὐς ἔφηνλόγους, ὁμὲν Ἀρεοπαγίτης ἅγιος Διονύσιος προορισμοὺς καὶ θεῖα θελήματα καλεῖσθαι ὑπὸ τῆς Γραφῆς ἡμᾶς ἐκδιδάσκει. Ὁμοίως δὲ καὶ οἱ περὶ Πάνταινον τὸν γενόμενον καθηγητὴν τοῦ Στοωματέως μεγάλου Κλήμεντος θεῖα θελήματα τῇ Γραφῇ φίλον καλεῖσθαι φασιν, ὅθεν ἐρωτηθέντες ὑπό τινων τῶν τὴν ἔξω παίδευσιν γαύρων, πῶς γινώσκειν τὰ ὄντα τὸν Θεὸν δοξάζουσιν Χριστιανοὶ, ὑπειληφότων ἐκείνων νοερῶς τὰ νοητὰ, καὶ αἰσθητικῶς τὰ αἰσθητὰ γινώσκειν αὐτὸν τὰ ὄντα, ἀπεκρίναντο· Μήτε αἰσθητῶς τὰ αἰσθητὰ, μήτε νοερῶς τὰ νοητά. Οὐ γὰρ εἶναι δυνατὸν τὸν ὑπὲρ τὰ ὄντα κατὰ τὰ ὄντα τῶν ὄντων λαμβάνεσθαι· ἀλλ´ ὡς ἴδια θελήματα γινώσκειν αὐτὸν τὰ ὄντα φαμὲν, προσθέντες καὶ τοῦ λόγου τὸ εὔλογον· εἰ γὰρ θελήματι τὰ πάντα πεποίηκε, καὶ οὐδεὶς ἀντερεῖ λόγος, γινώσκειν δὲ τὸ ἴδιον θέλημα τὸν Θεὸν, εὐσεβές τε λέγειν ἀεὶ καὶ δίκαιόν ἐστιν, ἕκαστον δὲ τῶν γεγονότων θέλων πεποίηκεν, ἄρα ὡς ἴδια θελήματα ὁ Θεὸς τὰ ὄντα γινώσκει, ἐπειδὴ καὶ θέλων τὰ ὄντα πεποίηκεν. Ἐντεῦθεν δὲ ὁρμώμενος ἔγωγε οἶμαι, κτ.λ.

---

Pantaenus, Fragmenta. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003745.
