# Fragmenta Epica 133.2

Panyassis, Fragmenta Epica, 133.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/panyassis-epic/fragmenta-epica-2/133.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/panyassis-epic/fragmenta-epica-2/133.2

Pausan. II, 26, 7 (6): Ὁ δὲ τρίτος τῶν λόγων ἡκιστα, ἐμοὶ δοκεῖν, ἀληθῆς ἐστιν, Ἀρσινόης ποιήσας εἶναι τῆς Λευκίππου παιδᾶ Ἀσκληπιόν. Ἀπολλοφάνει γὰρ τῷ Ἀρκαδί ἐς Δελφοὺς ἐλθόντι καὶ ἐρωμένῳ τὸν θεὸν εἰ γένοιτο ἐξ Ἀρσινόης Ἀσκληπιὸς καὶ Μεσσηνίους πολίτης εἴη, ἔχρησεν ἡ Πυθία· ,,ὡ μέγα χάσμα βροτοῖς βλαστῶν Ἀσκληπιὲ πᾶσιν, | ὃν Φλεγυλὶς ἐτικτεν ἐμοὶ φιλόττη μιγεῖσα | ἱμερόεσσα Κορωνίς ἐνὶ κραναῇ Ἐπιδαύρῳ“. οὗτος ὁ χρησμὸς δηλοῖ μάλιστα οὐκ ὄντα Ἀσκληπιὸν Ἀρσινόης, ἀλλὰ Ἡσιόδον ἢ τῶν τινὰ ἐμπεποιηκότων ἐς τὰ Ἡσιόδου τὰ ἔπη συνθέντα ἐς τὴν Μεσσηνίων χάριν. Cf. Schol. ad Pind. Pyth. III, 14: Οἱ μὲν Ἀρσινόης, οἱ δὲ Κορωνίδος φασιν αὐτόν (sc. τὸν Ἀσκληπιόν) εἶναι. Ἀσκληπιάδης δὲ φησι τὴν Ἀρσινόην Λευκίππον εἶναι τοῦ Περιήφους, ἥς καὶ Ἀπόλλωνος Ἀσκληπιὸς καὶ θυγάτηρ Ἐριώπις.1) ,,ἥ δ᾽ ἔτεκ᾽ ἐν μεγάροις Ἀσκληπιὸν ὄρχαμον ἀνδρῶν, | Φοίβῳ ὑποδημ-

---

Panyassis Epic., Fragmenta Epica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002675.
