# Fragmenta Epica 243.2-245.4

Panyassis, Fragmenta Epica, 243.2 to 245.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/panyassis-epic/fragmenta-epica-2/243.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/panyassis-epic/fragmenta-epica-2/243.2

Paus. I, 14, 4 (3): Ἐπιμενίδης Κνᾶσίος, ὃν ἐλ-θόντα ἐς ἄγρόν κοιμᾶσθαι λέγουσι ἐσελθόντα ἐς σπήλαιον· ὁ δὲ ὕπνος οὐ πρότερον ἀνῆκεν αὐτὸν πρὶν ἢ οἱ τεσσαρακοστὸν ἔτος γενέσθαι καθεύδοντι, καὶ ὕστερον ἐπὶ τε ἐποίησε καὶ πόλεις ἐκάθαρσεν ἄλλας τε καὶ τὴν Ἀθηναίων. 1 Ἀργοναυτικά. Diog. Laert. I, 10, 5 § 111. Ἀργοῦς ναυηγίαν τε καὶ Ἴασονος εἰς Κόλχους ἀπόπλον, ἔπη ἑξακισχίλια πεντακόσια. — Heinrich p. 132. 4 Περὶ Μίνω καὶ Ῥαδαμάνθυος (εἰς ἔπη τετρακισχίλια). Diog. l. l. Diog. I, 10, 13 § 115: Γεγόνασι δὲ καὶ Ἐπιμενίδαι ἄλλοι δύο, ὁ τε γενεαλόγος καὶ τρίτος ὁ Ἀωριστὶ γεγραφὼς περὶ Ῥόδου. Athen. VII p. 282 E: Τί δ’ ἐστὶν ὁ καλούμενος ἱερὸς ἰχθύς; ὁ μὲν τὴν Τελχινιακὴν ἱστορίαν συνθεὶς, εἴτ’ Ἐπιμενίδης ἐστὶν ὁ Κρὴς ἢ Τηλεκλείδης εἴτ’ ἄλλος τις, ἱεροὺς φησιν εἶναι ἰχθύας δελφῖνας καὶ πομπίλους. Aristot. Rhet. III, 17 p. 1418a 21: Τὸ δὲ δημηγορεῖν χαλεπώτερον τοῦ δικάζεσθαι, εἰκότως, διότι περὶ τὸ μέλλον· ἐκεῖ δὲ περὶ τὸ γεγονός, ὃ ἐπιστητὸν ἤδη καὶ τοῖς μάντεσιν, ὡς ἔφη Ἐπιμενίδης ὁ Κρὴς· ἐκεῖνος γὰρ περὶ τῶν ἐσομένων οὐχ ἐμαντεύετο, ἀλλὰ περὶ τῶν γεγονότων μὲν ἀδήλων δέ.

---

Panyassis Epic., Fragmenta Epica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002675.
