# Fragmenta Epica 44.4

Panyassis, Fragmenta Epica, 44.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/panyassis-epic/fragmenta-epica-2/44.4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/panyassis-epic/fragmenta-epica-2/44.4

Ἐπιβάλλει δὲ τοῖς προειρ βιβλῶν¹) Ἰλιάς Ὁμήρου· μεθ’ ἣν ἐστιν Αἰθιοπίδος βιβλία ε’ Ἀρχτίνου Μιλησίου, περιέχοντα τάδε. Ἀμαζῶν Πενθεσίλεια παραγίνεται Τρωσὶ συμμαχήσουσα, Ἄρεως μὲν θυγάτηρ, Θράσσα²) δὲ τὸ γένος· καὶ κτείνει αὐτὴν ἀριστεύουσαν Ἀχιλλεύς, οἱ δὲ Τρῶες αὐτὴν θάπτουσι. καὶ Ἀχιλλεὺς Θερσίτην ἀναιρεῖ, λοιδορηθεὶς πρὸς αὐτοῦ καὶ ὀνειδισθεὶς τὸν ἐπὶ τῇ Πενθεσιλείᾳ λεγόμενον ἔρωτα· καὶ ἐκ τούτου στάσις γίνεται τοῖς Ἀχαιοῖς περὶ τοῦ Θερσίτου φόνου. μετὰ δὲ ταῦτα Ἀχιλλεὺς εἰς Λέσβον πλεῖ, καὶ θύσας Ἀπόλλωνι καὶ Ἀρτέμιδι καὶ Ἀητῷ καθαίρεται τοῦ φόνου ὑπ’ Ὀδυσσέως. Μέμνων δὲ ὁ Ὡὺς υἱὸς ἔχων ἡφαιστότευκτον³) πανοπλίαν παραγίνεται τοῖς Τρωσὶ βοηθῶν· καὶ Θέτις τῷ παιδὶ τὰ κατὰ τὸν Μέμνονα προλέγει. καὶ συμβολῆς γενομένης Ἀντίλοχος ὑπὸ Μέμνονος ἀναιρεῖται, ἔπειτα Ἀχιλλεὺς Μέμνονα κτείνει· καὶ τούτῳ μὲν Ὡὺς παρὰ Διὸς αἰτησαμένη ἀθανασίαν δίδωσι. τρεφάμενος δ’ Ἀχιλλεὺς τοὺς Τρῶας καὶ εἰς τὴν πόλιν συνεισπεσὼν ὑπὸ Πάριδος ἀναιρεῖται, καὶ

---

Panyassis Epic., Fragmenta Epica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002675.
