# Fragmenta Epica 68.7

Panyassis, Fragmenta Epica, 68.7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/panyassis-epic/fragmenta-epica-2/68.7
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/panyassis-epic/fragmenta-epica-2/68.7

ἐκ Κίρκης ἀντιγῆμαι Πηνελόπην.²) καὶ τὸν ἀρχαῖον φασι γενέσθαι Τάνταλον. ὁ γοῦν Procl.¹) Μετὰ ταῦτά ἐστιν Ὁμήρου Ὀδυσσείας· ἔπειτα Τηλεγονίας²) βιβλία δύο· Εὐγράμμυνος³) Κυρηναίου, περιέχοντα τάδε. οἱ μνήστορες⁴) ὑπὸ τῶν προσηκόντων θάπτονται· καὶ Ὀδυσσεὺς θύσας Νύμφαις εἰς Ἥλιν ἀποπλεῖ ἐπισκεψόμενος τὰ βουκόλια, καὶ ξενίζεται παρὰ Πολυξένῳ δώρων τε λαμβάνει κρατῆρα, καὶ ἐπὶ τούτῳ⁵) τὰ περὶ Τροφώνιου καὶ Ἀγαμήδην καὶ Αὐγέαν. ἔπειτα εἰς Ἰθάκην καταπλεύσας τὰς ὑπὸ Τειρεσίου ῥηθείσας τελεῖ θυσίας. καὶ μετὰ ταῦτα εἰς Θεσπρωτοὺς ἀφικνεῖται καὶ γαμεῖ Καλλιδίκην βασιλῖδα τῶν Θεσπρωτῶν. ἔπειτα πόλεμος συνίσταται τοῖς Θεσπρωτοῖς πρὸς Βρύγους,⁶) Ὀδυσσέως ἡγουμένου· ἐνταῦθα Ἄρης τοὺς περὶ τὸν Ὀδυσσέα τρέπεται,⁷) καὶ αὐτῷ εἰς μάχην Ἀθηνᾶ καθίσταται· τούτους μὲν Ἀπόλλων διαλῦει. μετὰ δὲ τὴν Καλλιδίκης τελευτὴν τὴν μὲν βασιλείαν διαδέχεται Πολυπότης Ὀδυσσέως υἱός, αὐτὸς δ’ εἰς Ἰθάκην ἀφικνεῖται· καὶ τούτῳ Τηλέγονος⁸) ἐπὶ ζήτησιν τοῦ πατρὸς πλέων, ἀποβὰς εἰς τὴν Ἰθάκην τέμνει τὴν νῆσον· ἐκβοηθήσας δ’ Ὀδυσ-

---

Panyassis Epic., Fragmenta Epica. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002675.
