# Fragmenta epica 17

Panyassis, Fragmenta epica, Fragment 17. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/panyassis-epic/fragmenta-epica/17

πρῶται μὲν Χάριτές τ' ἔλαχον καὶ ἐύφρονες Ὧραι
μοῖραν καὶ Διόνυσος ἐρίβρομος, οὗπερ ἔτευξαν.
τοῖς δ' ἔπι Κυπρογένεια θεὰ λάχε καὶ Διόνυσος.
ἔνθα τε κάλλιστος πότος ἀνδράσι γίνεται οἴνου·
εἴ τις <δίς> γε πίοι καὶ ὑπότροπος οἴκαδ' ἀπέλθοι
δαιτὸς ἀπὸ γλυκερῆς, οὐκ ἄν ποτε πήματι κύρσαι·
ἀλλ' ὅτε τις μοίρης τριτάτης πρὸς μέτρον ἐλαύνοι
πίνων ἀβλεμέως, τότε δ' Ὕβριος αἶσα καὶ Ἄτης
γίνεται ἀργαλέη, κακὰ δ' ἀνθρώποισιν ὀπάζει.
ἀλλὰ πέπον—μέτρον γὰρ ἔχεις γλυκεροῖο ποτοῖο—
στεῖχε παρὰ μνηστὴν ἄλοχον, κοίμιζε δ' ἑταίρους·
δείδια γὰρ τριτάτης μοίρης μελιηδέος οἴνου
πινομένης, μή σ' Ὕβρις ἐνὶ φρεσὶ θυμὸν ἀέρσηι,
ἐσθλοῖς δὲ ξενίοισι κακὴν ἐπιθῆισι τελευτήν.
ἀλλὰ πιθοῦ καὶ παῦε πολὺν πότον.

---

Panyassis Epic., Fragmenta epica. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1557.tlg003.local001/.
