# Testimonia 1.138.18-1.139.27

Parmenides, Testimonia, 1.138.18 to 1.139.27. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/parmenides/testimonia/1.138.18
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/parmenides/testimonia/1.138.18

συνθεὶς γραφὴν ἰδίαν, . . . τῶν κυρίων παρήκεν. εἴσηι δ’ αἰθερίαν τε φύσιν τὰ τ’ ἐν αἰθέρι πάντα τῷ δ’ ἑτέρωι μὴ τωυτόν· ἀτὰρ κάκεινο κατ’ αὐτό σῆματα καὶ καθαρᾶς εὐαγέος ἡλίοιο λαμπάδος ἑργ’ αἴδηλα καὶ ὁππόθεν ἐξεγένοντο, ἑργα τε κύκλωπος πεύσηι περίφοιτα σελήνης 5 καὶ φύσιν, εἰδήσεις δὲ καὶ οὐρανὸν ἄμφις ἑχοντα τάντια νύκτ’ ἄδαῆ, πυκινὸν δέμας ἑμβριθές τε. 60 τόν σοι ἐγὼ διάκοσμον ἑοικότα πάντα φατίζω, ὡς οὐ μὴ ποτέ τις σε βροτῶν γνώμῃ παρελάσσηι. πάλιν ‘αὐτὰρ — μηδέν’. εἰ δὲ ‘μηδετέρωι μέτα μηδέν’, καὶ ὅτι ἀρχαὶ ἄμφω καὶ ὅτι ἐναντίαι δηλοῦται. αὐτὰρ ἐπειδή πάντα φάος καὶ νὺξ ὀνόμασται καὶ τὰ κατὰ σφετέρας δυνάμεις ἐπὶ τοῖσι τε καὶ τοῖς, καὶ τῶν γινομένων καὶ φθειρομένων μέχρι τῶν μορίων τῶν ζώιων τὴν γένεσιν 10 παραδίδωσι. ὀλίγα δὲ πάλιν περὶ τῶν δυεῖν στοιχείων εἰπὼν ἐπάγει καὶ τὸ ποιητικὸν λέγων οὕτως ἀὶ γὰρ - κυβερνᾶ᾿. 2-6 Ebenda 31, 10 καὶ ποιητικὸν δὲ αἴτιον οὐ σωμάτων μόνον τῶν ἐν τῇ γενέσει ἀλλὰ καὶ ἀσωμάτων τῶν τὴν γένεσιν συμ- 15 πληρούντων σαφῶς παραδέδωκενὸ Π. λέγων ἀὶ δ᾽ ἐπὶ - θηλυτέρωι᾿. 4 Ebenda 34, 14 καὶ ποιητικὸν αἴτιον ἐκεῖνος μὲν ἐν κοινὸν τὴν ἐν μέσῳ πάντων ἰδρυ- μένην καὶ πάσης γενέσεως αἰτίαν δαίμονα τίθησιν. Vgl. A 37. αὶ γὰρ στεινότεραι πλήντο πυρὸς ἀκρίτοιο, αὶ δ᾽ ἐπὶ ταῖς νυκτός, μετὰ δὲ φλογὸς ἴεται αἶσα· ἐνθεν [μὲν γὰρ] ἐφυ τε καὶ ὡς μιν ἄγουσα(ι) ἐπέδησεν Ἄναγκη 20 ἐν δὲ μέσῳ τούτων δαίμων ἢ πάντα κυβερνᾶι· πάντα γὰρ στυγεροῖο τόκου καὶ μίξιος ἄρχει πῆμπουσ᾽ ἄρσενι θῆλυ μιγῆν τό τ᾽ ἐναντίον αὐτὶς ἄρσεν θηλυτέρωι. 25 Ἡσίοδον πρώτων ζητῆσαι τὸ τοιοῦτον. κἂν εἴ τις ἄλλος ἔρωτα ἢ ἐπιθυμίαν ἐν τοῖς οὖσιν ἔθηκεν ὡς ἀρχὴν οἷον καὶ Π. οὗτος γὰρ κατασκευάζων τὴν τοῦ παντὸς γένεσιν ᾿πρώτιστον μέν, φησίν, ᾿Ἔρωτα - πάντων᾿. PLUT. Amat. 13 p. 756 F διὸ Π. μὲν ἀποφαίνει τὸν Ἔρωτα τῶν Ἀφροδίτης ἔργων πρεσβύτατον

---

Parmenides, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002680.
