# Testimonia 1.141.9

Parmenides, Testimonia, 1.141.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/parmenides/testimonia/1.141.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/parmenides/testimonia/1.141.9

αὐτὰρ ὑπ' αὐτὴν ἐστιν ἀταρπιτὸς ὀκρυόεσσα, Ξενοφάνους δὲ διήκουνσε Παρμενίδης Πύρῃτος Ἐλεάτης. τοῦ-21 τον Θεόφραστος ἐν τῇ Ἐπιτομῇ [Physic. Op. fr. 6a Dox. 482, 14] Ἀναξιμάνδρου φησὶν ἀκούσαι. δμως δ' οὐν ἀκούσας καὶ Ξενοφάνους οὐχ ἠκολούθησεν αὐτῷ. ἐκοινώνησε δὲ καὶ Ἀμεινία Λιο- 5 χαίτα τῷ Πυθαγορικῷ, ὡς ἔφη Σωτίων, ἀνδρὶ πέννη μέν, καλῶι δὲ κάγαθῶι. δι καὶ μᾶλλον ἠκολούθησε καὶ ἀποθανόντος ἡρώιον ἰδρύσατο γένους τε ὑπάρχον λαμπροῦ καὶ πλοῦτον, καὶ ὑπ' Ἀμεινίου, ἀλλ' οὐχ ὑπὸ Ξενοφάνους εἰς ἡσυχίαν προετράπη. πρῶτος δὲ οὗτος τὴν γῆν ἀπέγραψε σφαιροειδῆ καὶ ἐν μέσῳ κεῖ- 10 σθαι. δύο τε εἶναι στοιχεῖα, πῦρ καὶ γῆν, καὶ τὸ μὲν δημιουργοῦ τάξιν ἔχειν, τὴν δὲ ὕλης. γένεσιν τε ἀνθρώπων ἐξ ἡλίου πρῶτον 22 γενέσθαι· αὐτὸν δὲ ὑπάρχειν τὸ θερμόν καὶ τὸ ψυχρόν, ἐξ ὧν τὰ πάντα συνεστάναι. καὶ τὴν ψυχὴν καὶ τὸν νοῦν ταὐτὸν εἶναι, καθὰ μέμνηται καὶ Θεόφραστος ἐν τοῖς Φυσικοῖς [fr. 6a. Dox. 483, 2] 15 πάντων σχεδὸν ἐπιθέμενος τὰ δόγματα. διισῆν τε ἔφη τὴν φιλοσοφίαν, τὴν μὲν κατὰ ἀλήθειαν, τὴν δὲ κατὰ δόξαν. διὸ καὶ φησὶ πον· 'χρε ὡ — ἀλη θής' [fr. 1, 18-30]. καὶ αὐτὸς δὲ διὰ ποιημάτων

---

Parmenides, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002680.
