# Testimonia 2.70.9

Parmenides, Testimonia, 2.70.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/parmenides/testimonia/2.70.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/parmenides/testimonia/2.70.9

μυχὴ δ' ἐξ ἀμφοῖν εἶναι τὴν σελήνην, τοῦ 46. THEOPHR. de sensu 1 [D. 499] περὶ δ’ αἰσθήσεως αἱ μὲν πολλαὶ καὶ καθόλου δόξαι οὗ εἰσιν· οἱ μὲν γὰρ τῷ ὁμοίῳ ποιοῦσιν, οἱ δὲ τῷ ἐναντίῳ. Π. μὲν καὶ Ἐμπεδοκλῆς καὶ Πλάτων τῷ ὁμοίῳ, οἱ δὲ περὶ Ἀναξαγόραν καὶ Ἡράκλειτον τῷ ἐναντίῳ. 3 Π. μὲν γὰρ ὅλως οὐδὲν ἀφορίκεν ἀλλὰ μόνον ὅτι θοινὸν ὄντων στοιχείων κατὰ τὸ ὑπερβάλλον ἐστὶν ἡ γνῶσις. ἐὰν γὰρ ὑπεραίρῃ τὸ θερμὸν ἢ τὸ ψυχρόν, ἀλλ’ ἡν γίνεσθαι τὴν διάνοιαν, βέλτιω δὲ καὶ θαρρεωτέραν τὴν διὰ τὸ θερμόν· οὐ μὴν ἀλλὰ καὶ ταύτην δεῖσθαι τινὸς συμμετρίας· ὡς γὰρ ἐκάστοτε, φησίν, ἔχει — νόημα’ (fr. 16). τὸ γὰρ αἰσθάνεσθαι καὶ τὸ φρονεῖν ὡς ταὐτὸ λέγει· διὸ καὶ τὴν μνήμην καὶ τὴν λήθην ἀπὸ τούτων [a duobus principiis] γίνεσθαι διὰ τῆς κράσεως· ἂν δ’ ἰσάζωσι τῇ μίξει, πότερον ἔσται φρονεῖν ἢ οὔ, καὶ τίς ἡ διάθεσις, οὐδὲν ἔτι διώρυκεν. ὅτι δὲ καὶ τῷ ἐναντίῳ καθ’ αὐτὸ ποιεῖ τὴν αἴσθησιν, φανερὸν ἐν οἷς φησι τὸν νεκρὸν φωτὸς μὲν καὶ θερμοῦ καὶ φωνῆς οὐχ αἰσθάνεσθαι διὰ τὴν ἐκλειψιν τοῦ πυρός, ψυχροῦ δὲ καὶ σιωπῆς καὶ τῶν ἐναντίων αἰσθάνεσθαι. καὶ ὅλως δὲ πᾶν τὸ ὄν ἔχειν τινὰ γνῶσιν. οὕτω μὲν οὖν αὐτὸς ἔοικεν ἀποτείνεσθαι τῇ φάσει τὰ συμβαίνοντα δυσχερῶ διὰ τὴν ὑπόληψιν.

---

Parmenides, Testimonia. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002680.
