# Incertorum fragmenta 9

Parodica Anonyma, Incertorum fragmenta, Fragment 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/parodica-anonyma/incertorum-fragmenta/9

Εἰ Διὸς γνώμῃ πᾶσι τοῖς ζῴοις ὁμόνοια καὶ κοι-
νωνία γένοιτο πρὸς τὸν βίον, ὡς τὸν ἐν Ὀλυμπίᾳ κή-
ρυκα μὴ μόνον ἀνθρώπους τοὺς ἀγωνιουμένους καλεῖν,
ἀλλὰ καὶ πᾶσιν ἐπιτρέπειν τοῖς ζῴοις εἰς τὸ στάδιον
ἥκειν, οὐδʼ ἕνʼ ἂν ἄνθρωπον οἶμαι στεφθήσεσθαι. ἐν
μὲν γὰρ δολίχῳ ὑπέρτατος, φησίν, ὁ ἵππος ἔσται,
τὸ στάδιον δὲ λαγωὸς ἀποίσεται, ἐν δὲ διαύλῳ
δορκὰς ἀριστεύσει· μερόπων δʼ ἐναρίθμιος οὐδεὶς
ἐν ποσίν. ὦ κοῦφοι ἀσκήτορες, ἄθλιοι ἄνδρες.
᾽Αλλʼ οὐδὲ τῶν ἀφʼ Ἡρακλέους τις ἐλέφαντος ἢ
λέοντος ἰσχυρότερος ἂν φανείη. οἶμαι δʼ ὅτι καὶ
ταῦρος πυγμῇ στεφθήσεται. καὶ ὄνος, φησί, λὰξ ποδί,
εἰ βούλεται, ἐρίσας αὐτὸν τὸν στέφανον οἴσεται· αὐτὰρ
ἐν ἱστορίῃ πολυπείρῳ γράψεται ὄνος, ὅτι παγκράτιον
ἐνίκησέ ποτʼ ἄνδρας·
εἰκοστὴ καὶ πρώτη Ὀλυμπιὰς ἦν, ὅτʼ ἐνίκα
ὀγκητής. ||

---

Parodica Anonyma, Incertorum fragmenta, ed. Paul Brandt. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg1801.tlg001.local001/.
