Ancient Greek
Page 208
Patria Constantinopoleos, De sepulcris imperatorum quae sunt in templo sanctorum apostolorum 208
Not analysed yet
ἐλεήμονος, καὶ αἱ δύο αὐτῶν θυγατέρες, Εἰρήνη καὶ Εὐφροσύνη, ἡ γυνὴ Μιχαὴλ βασιλέως τοῦ τραυλοῦ, καὶ Ἄννα ἡ θυγάτηρ Θεοφίλου τοῦ βασιλέως. Ἰστέον ὅτι ἐν τῇ γυναικείῳ μονῇ τῶν Γαστρίων, εἰς τὸ πρὸς ἀνατολὰς δεξιὸν μέρος τῆς ἐκκλησίας, ἐτάφη τὸ σῶμα τῆς ἁγίας Θεοδώρας τῆς γυναικὸς Θεοφίλου τοῦ βασιλέως, καὶ αἱ τρεῖς αὐτῆς θυγατέρες Θέκλα Ἀναστασία καὶ Πουλχερία.