# Παραστάσεις σύντομοι χρονικαί 338

Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί, 338. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/patria-constantinopoleos/text/338
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/patria-constantinopoleos/text/338

ὀλίγαι μὲν, ὡσεὶ ὀγδοήκοντα, καὶ δέον ἐκ τῶν πολλῶν ὀλίγας μνημονεῦσαι; Κωνσταντίνου τοῦ Μεγάλου, Κωνσταντίνου, Κωναταντίου, Κώνσταντος, Γαληνοῦ κυαίστορος, Δικινίου Αὐγούστου, θὐαλεντινιανοῦ, καὶ Θεοδοσίου καὶ Ἀρκαδίου τοῦ υἱοῦ αὐτοῦ, καὶ Σεραπίωνος ὕπακικοῦ· καὶ Ἐλένης μητρὸς Κωνσταντίνου τρεῖς· ἡ μὲν μίᾳ πορφυρᾶ διὰ μαρμάρων· ἡ δὲ ἑτέρα διὰ ψηφίδων ἀργυρῶν ἐν χαλκῷ κίονι· καὶ ἡ ἄλλη ἐλεφαντώδης, Κύπρου ῥήτορος προσενέγκαντος· ἅς τινας Ἰουστινιανὸς μερίσας τῇ πόλει τὸν ναὸν τὸν μέγιστον ἀνεγείρει μετὰ πίστεως καὶ πόνου. Οἱ δὲ πεπειραμένοι τῶν προειρημένων, περιερχόμενοι τὴν πόλιν, καὶ ζητοῦντες εὑρίσκουσιν οὐκ ὀλίγας. Ὀα Οεο ικ Μοίο αε αε εἰαίκῖς ἱδίαε ροεῖίε. Μαναναῆν στρατηγοῦ νικήσαντος Σκύθας κατὰ κράτος, στήλῃ ἠξιώθη τιμηθῆναι ἐν τῷ καλουμένῳ Ἀρίῳ, ὅ τινες καλοῦσι Μόδιον. Τὸ δὲ Μόδιον δέον ἐστὶ μὴ παραδραμεῖν ἡμᾶς, ὅτι ἐπὶ Οὐαλεντινιανοῦ ἐτυπώθη. Τότε γὰρ καὶ Ἀρχιμόδιον παρὰ τῶν ἐν Κωνσταντινουπόλει οἰκούντων ἀνηρευνήθη, καὶ διὰ τοῦτο τοῦ ἀργύρου τυπώσαντος, ἄργυρος ἀπαρχῆς ἐτυπώθη τὸ νόμισμα. Τοῦτο δὲ καὶ Θεοδώρητος διαφατεύει τρανότατα. Αἰ δὲ χαλκαῖ χεῖρες ἔκτοτε ὑπεράνω ἐτυπώθησαν. Τοῦ γὰρ βασιλέως τοῦτο τὸ κουμούλιον μόδιον νομοθετήσαντος, μὴ ἀντερεῖν δὲ τοῖς ναυτιοῦσι προστάξαντος· καὶ τὰ σιτηρέσια εἷςʹ ἐξ ἀμφοτέρων τῶν ναυτῶν τῷ βασιλεῖ σῖτον ἀπεμπολοῦν ἐν τοῖς ἐκεῖσε δίκην ἄδικον καταγγείλαντος, ἐν τῷ κατωγαίῳ Μοδίῳ τὸν δεξιὰν χεῖρα ἀπώλεσεν. Ὅθεν καὶ ἐτυπώθησαν αἱ

---

Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003748.
