# Παραστάσεις σύντομοι χρονικαί 341

Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί, 341. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/patria-constantinopoleos/text/341
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/patria-constantinopoleos/text/341

· ἐξ αὐτοῦ καὶ κυρτοῦ θερμιλλιανοῦ πρὸς γέλωτα γέγονεν, ἣ καὶ σώζεται ἕως τῆς σήρεΟΟν. Τὸν δὲ Ξηρόλοφον πρώην Θέαμα τινὲς ἐκάλουν. Ἐν αὐτῷ γὰρ κοχλίαι εβʹ· καὶ Ἄρτεμις συνθετὴ στήλη, καὶ Σευήρου τοῦ κτίσαντος καὶ Θεαμάτιον τρίπουν. Ἔνθα καὶ θυσίαι πολλαὶ παρὰ τοῦ αὐτοῦ Σευήρου γεγόνασιν, ἔνθα καὶ χρησμοὶ πολλοὶ ἐν αὐτῷ τῷ τόπῳ γεγόνασι. Καθ´ ὃνκαὶ κόρη παρθένος ἐτύθη, καὶ ἀστρονομικὴ θέσις εἰς λϛʹ χρόνους διήρκεσεν. Τὸ δὲ Ἐβακιόνιον τὸ λεγόμενον ἔσχε ποτὶ Πτῶκα, καὶ Κύνα καὶ Νεβρώβ παμμεγέθη, τὰ τρία ἀπὸ ἑνὸς σιδήρου, καὶ πολλὰ ἕτερα θεάματα ν αὐτῷ τόπῳ ἐσώζοντο. Ταῦτα Μαρκιανὸς παρέστειλε, καὶ ἐν τοῖς τοῦ ἁγίου Μάμαντος μέρεσι προσέθηκε. Καὶ λουτρὸν δὲ ἦν εἰς μέγεθος, ἐν ψκαὶ πολλοὶ ἐκινδύνευον διὰ τὸ λέγειν, μὴ δέξασθαι χρησμόν. Ἐν δὲ τῷ Ἀγίῳ Βάμαντι ποτὲ ἵστατο γέφυρα φοβερὰ, περὶ δώδεκα λόφους καὶ καμάρας ἔχουσα. Ποταμὸς γὰρ κατήρχετο ἐκεῖσε παμμεγέθης· καὶ μάλιστα, ὡς ἔλεγον, τῷ Φεβρουαρίῳ μηνί. Ἔνθα καὶ δράκων ἵστατο χαλκοῦς παμμεγέθης διὰ τὸ λέγειν τινὰς δράκοντα κατοικεῖν ἐν τῷ γεφυρίῳ ἐκείνῳ, ἐν αὐτῷ οὖν πολλαὶ παρθένοι ἐτύθησαν, καὶ προβάτων καὶ ὀρνέων πλήθη πολλὰ καὶ βοῶν. Πασιλίσκος γάρ τις, ἐρασθεὶς τὸν τόπον, ὃν εἶς τῶν ἀπὸ Νουμεριανοῦ Καίσαρος ὑπῆρχε,

---

Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003748.
