# Παραστάσεις σύντομοι χρονικαί 344

Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί, 344. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/patria-constantinopoleos/text/344
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/patria-constantinopoleos/text/344

τοὺς ἔξω τῶν ἀναβαθμῶν ὑπάρχοντας, δειλιάσας μὴ κινδυνεύσω, σύρας τῷ δεξιῷ ποδί, ἔνθα τοὺς αταίκους ῥίπτειν ἐπεχείρουν. Δειλιάσας δὲ, τὸ Κἄχθα ἀφήσας ἐν τῷ στόματι, τοῦ ἄχθους ἀνεχώρησα. πρόσφυγος γενόμενος εν τῇ Μεγάλη ἐκκλησία καὶ ἀγγέλλων τὸ πραχθὲν ἐν ἀληθείᾳ οὐκ ἐπιστευόμην, ἕως εἰς ὅρκου βεβαίωσιν ἐλθεῖν με, διὰ τό ποτε καὶ τοῦτο μόνον τηρῆσαί με τὸν κατόρθωμα. Οἱ οὖν οἰκεῖοι τοῦ τελευτήσαντος, καὶ οἱ τοῦ βασιλέως φίλοι, σὺν ἐμοὶ ἐπορεύθησαν ἐν τῷ σόπῳ, καὶ πρὸ τού τὸ πτῶμα τοῦ ἀνδρὸς προσεγγίσαι, τὸ πτῶμα τῆς στήλης ἠτένιζον θαυμάζοντες. Ἀωάννης δέ τις φιλόσοφός φησιν, Ὅτι μᾶ τὴν θείαν πρόνοιαν οὕτως εὑρίσκω ἐν τοῖς Δημοσθένους συγγράμμασιν, ὑπὸ τούτου τοῦ ζωδίου ἀποκτανθῆναι ἔνδοξον ἄνδρα. Ὃς καὶ παρευθὺ τῷ βασιλεῖ Φιλιππικῷ πληροφορήσας κελεύεται καταχῶσαι τὸ αὐτὸ ζώδιον ἐν τῷ αὐτῷ τόπῳ· ὃ καὶ γέγονε, διὰ τὸ μὴ δέχεσθαι καταλύσεως. Ταῦτα, φιλόκαλε, μετὰ ἀληθείας ἐρευνῶν, εὔχου μὴ εἰσελθεῖν εἰς πειρασμὸν καὶ ταῖς ἀρχαίαις στήλαις, καὶ μάλιστα ταῖς Ἑλληνικαῖς πρόσεχε θεωρῶν. θεοδώρου Ἀναγνώστου ἔτι συντομία γυναικῶν Βερήνης γυναικὸς Λέοντος Μεγάλου ἡ στήλη πλησίον τοῦ ἀγίου Ἀγαθονίκου ἄνωθεν τῶν βάθρων ἐν κίονι χαλκῇ· ἔτι τῆς αὐτῆς ἐν τῷ Ἀνεμοδουρίῳ πρὸς νότον, πλησίον τῆς ἀγίας Βαρβάρας. Ἀλλ´ ἡ μὲν πρώτη ἐν τῷ ἀγίῳ Ἀγαθονίκῳ ἔτι τοῦ ἀνδρὸς αὐτῆς ζῶντος ἔστη· ἡ δὲ ἄνωθεν τῆς ἀγίας Βαρβάρας, μετὰ τὴν τελευτὴν Λίοντος τοῦ ἀνδρὸς αὐτῆς καὶ φυγὴν Ζήνωνος τοῦ

---

Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003748.
