# Παραστάσεις σύντομοι χρονικαί 356

Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί, 356. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/patria-constantinopoleos/text/356
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/patria-constantinopoleos/text/356

μέμνηται. Ταῦτα Ἰουλιανὸς θεασάμενος, ἐπύθετο τὸ μυστήριον· καὶ μαθὼν Ἰησοῦ εἶναι τὸν ἀνδριάντα, κατέκλασεν. Ὡσαύτως δὲ καὶ τῆς Βερονίκης, ὡς ὁ Διακρινόμενος μέμνηται καλεῖσθαι τὴν αἱμοῤῥοοῦσαν· καὶ τὸ φυτὸν δὲ κατέκαυσε· καὶ Διὸς εἴδωλον καὶ Ἀφροδίτης ἐν τῷ τόπῳ ἀνατεθεικὼς, καὶ ἑαυτοῦ· ἐν οἷς καὶ ναὸν οἰκοδομήσας, ἐπέγραψε, Τάδε Θεῷ Αιὶ παντεπόπτῃ Ἰουλιανὸς, Πανεάδι εἰς δῶρον ἄγει. Ἔνθα καὶ Μαρτύριος ἐπίσκοπος πολλὰ ἐξουθενήσας αὐτὸν, ἐκάη πλησίον τοῦ Ἰουλιανοῦ βασιλεύοντος πρὶν ἢ τὴν Ῥώμην καταλαβεῖν, στήλην ἐν Βυζαντίῳ τούτου ἀνέστησαν ἐν τοῖς Κωνσταντινιανοῦ ἐμβόλοις· καὶ ὁ στρατηλάτης δὲ Δημόφιλος, χαίρων τῇ τῶν εἰδώλων θρησκείᾳ, ἐν πορφυρῷ κίονι ταύτην ἀνέθηκε, Μέγας θεοσεθής ὑπάρχων Ἰουλιανός. Διὰ τοῦτο, ἢ μόνον ἐβασίλευσεν καὶ ἐν Ῥώμῃ καὶ ἐν Ἀντιοχείᾳ εἰκόνας αὐτῷ ἑν τα σανίσι καὶ χαλκουργήμασι μεγίστοις ἀνέθετο

---

Patria Constantinopoleos, Παραστάσεις σύντομοι χρονικαί. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003748.
