# Epitomae Medicae Libri Septem 100.9

Paulus, Epitomae Medicae Libri Septem, 100.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/100.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/100.9

καὶ τρεῖς μικρούς καὶ τέσσαρας μεγάλους καὶ τοὺς ἴσους μικρούς, καὶ ἔμψύσεώς τε καὶ οἷον ῥιπίδος, ἡ διὰ σώματος ἰχνότης, ὡς μετ’ ὀλίγον δεῖξομεν. αὐξάνεται δὲ τὸ θερμὸν ἢ διὰ τὰ κατὰ φύσιν αἴτια, οἷον ἡλικίαν ἀκμαστικὴν ἢ παιδικὴν ἢ ἀπλῶς θερμὴν ὥραν τε καὶ χώραν καὶ κράσιν θερμότεραν, ἢ διὰ τὰ οὐ φύσει, οἷον τὸ περιέχον θερμότερον ὑπάρχον, λουτρὰ θερμά, γυμνάσια, σιτία, οἶνον, φάρμακα θερμότερα, ἢ διὰ τὰ παρὰ φύσιν, οἷον δυσκρασίαν θερμὴν ἢ χυμῶν σὴν ἢ θυμὸν ἢ τὰ παραπλήσια. διακρινεῖς δὲ τὸν ἕκαστον σφυγμὸν τῷ τὰ μὲν κατὰ φύσιν μόνιμόν τε καὶ δυσμετάβλητον αὐτοῦ ποιεῖσθαι τὸ μέγεθος, τὰ δὲ λοιπὰ ῥάδιως μεταβαλλόμενον, ὥστε καὶ ἐπὶ σοῦ ἀπτομένου πολλάκις ἢ πάντως γε μετ’ ὀλίγον [πάντως] ἀποκαθίστασθαι. καὶ τοῖς μὲν διὰ θερμὰ λουτρὰ μεγάλοις σφυγμοῖς καὶ μαλακότης προσγίνεται, ὡς περ αὐ τοῖς διὰ θερμὴν καὶ μάλιστα σὺν ξηρότητι δυσκρασίαν σκληρότης. οἱ δὲ γυμναζόμενοι συμμέτρως ἢ τριψάμενοι μέσως μὲν ἔχουσι κατὰ σκληρότητα καὶ μαλακότητα, τὰ δὲ περὶ τὰ στέρνα θερμότερα μᾶλλον ἔχουσιν, ὁ δὴ καὶ τοῖς θυμωθεῖσιν γίνεται. τοῖς δὲ διὰ τροφὴν ἢ οἴνου χρῆσιν ἢ θυμὸν πρὸς τῷ μεγέθει καὶ σφοδρότης ὑπάρχει. ὅσοι δὲ κρύπτειν σπεύδουσι τὸν θυμὸν ἢ ἕτερόν τι πεπραγμένον αὐτοῖς οὐκ ἐπιτρέψαντος τοῦ ἰατροῦ, ὡς περ ὁ λαβὼν τὸ θερμὸν φάρμακον καὶ τὸν ἰατρὸν ἅμα τῇ τῆς χειρὸς ἀπτεσθαι πυνθανόμενον ἀποκρύπτειν ἐθέλων, πρὸς τῷ μεγέθει καὶ σαφὴς ἀνωμαλία προσγίνεται. εἰς τοῦτο δὲ καὶ τὸ τοῦ κάμνοντος ἦθος τε καὶ ἦθος οὐ μικρὰ συντελεῖ πρὸς διάγνωσιν, ἦθος μὲν τὸ φιλοφάρμακον, ἦθος δὲ τὸ ἀβέλτερόν τε καὶ δοξοκαθαιρετικόν. ὁ δὲ διὰ σὴν χυμῶν μέγας πρὸς τῷ μεγέθει καὶ τὴν συστολὴν μᾶλλον ἐπιταχύνουσαν ἔχει. πρὸς δὲ τὸ μέγαν γενέσθαι σφυγμὸν οὐκ ἐξαρκεῖ τὰ τῆς χρείας μόνον, ἀλλὰ δεῖ καὶ δυνάμεως ἐξυπηρετούσης καὶ τοῦ ὀργάνου τῆς συμμετρίας κατὰ σκληρότητα καὶ μαλακότητα. αὐξηθέντος τοίνυν τοῦ κατὰ τὴν καρδίαν θερμοῦ δι’ ἣντιναοὖν τῶν εἰρημένων αἰτιῶν πρῶτον μὲν γίνεται μέγας ὁ σφυγμός· ἐπειδὰν δὲ μὴ ἐξαρκέσῃ τῇ χρείᾳ τὸ μέγεθος, εὐθὺς αὐτῷ καὶ τάχος προσγίνεται, εἰ δὲ μηδ’ οὕτως ἐξαρκέσει, καὶ πυκνότητα προσλαμβάνει. μικροὶ δὲ καὶ βραδεῖς καὶ ἀραῖοι σφυγμοὶ καὶ ὑπὸ τῶν ἐναντίων γίγνονται· ἀλλ’ ἡνίκα ἂν ἀπὸ μεγάλου καὶ ταχέος καὶ

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
