# Epitomae Medicae Libri Septem 128.1

Paulus, Epitomae Medicae Libri Septem, 128.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/128.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/128.1

με´. Περί τῶν ἐν πυρετοῖς ἀμέτρων περιψύξεων καὶ ῥίγων. Τοῖς μὲν κριτικῶς γιγνομένοις ῥίγεσιν οὐ προσῆκεν ἀντιβαίνειν οὐδὲ ἐκλύειν τὸν ἄγῶνα· καὶ ἡ ἐξ ἰδρώτος δὲ γιγνομένη περίψυσις ἐτοίμως ἀποκαθίσταται καὶ οὐδὲν παρενοχλεῖ· ἐπιμόνου δὲ τοῦ ῥίγους ἢ τῆς περιψύξεως οὐχὴς (ὑπὸ ψυχροτέρου δὲ καὶ πολλοῦ μάλιστα φλέγματος γίνεται) πρῶτον μὲν διασφικτέον τὰ κῶλα κατὰ πλείονας τόπους, ἔπειτα τὸ πρῶτον ἐπαλειπτέον ἐλαίῳ χαμαιηλίνῳ ἢ κυπρίνῳ ἢ ἱρίνῳ· εἰ δὲ μείζονος δεήσει, καὶ πεπέρεως ἐπιμικτέον τῷ ἐλαίῳ ἢ κάχρυσ ἢ ἀδάρκης ἢ καστορίου, καὶ τριμὶν μαλθακὴν τοῦ παντὸς παραληπτέον σώματος· πρὸς δὲ τὸ μὴ ῥάδιως ἀπορρεῖν τὸ ἐλαιῶδες οὐκ ἄτοπον καὶ κηροῦ ἐλάχιστον συντῆσαι. εἰ δὲ τὸ ῥίγος ἀνεκθέρμαντον εἴη, καὶ τοῖς διὰ τούτων ἰχυροτέροις ἀκόποις, οὐχ ἥκιστα δὲ καὶ ὀρώπαξί καὶ σιναπισμοῖς, χρηστέον καὶ ἑτέρας ἀρμωδίως πυρίας προσεπιμηχανητέον. καὶ τὰ δριμύτερα δὲ τῶν ὀσφραντῶν ἀρμόδια, καλάμινθη, γλήχων, ὕσσωπον. προποτιστέον δὲ καὶ πρὸ τῆς σπιασίας μελίκρατον, ἐν ᾧ ἐνίηται πέπερι καὶ πήγανον· καὶ ὅπου δὲ τοῦ Κυρναϊκοῦ ὄσον κέγχρου μέγεθος περιπεπλασμένον ἐφθῷ μέλιτι πρὸ δυοῖν ὡρῶν τοῦ παροξυσμοῦ δώσομεν· ὁμοίως καὶ ὅπου σιλφίου. καὶ τὸ ἐπὶ τῶν τεταρταίων δὲ δι´ ὅπου τοῦ Κυρναϊκοῦ συντιθέμενον πολλοὺς ὤνησεν. καὶ εἰς ἔλαιον δὲ πλείστον θερμὸν ἐμβιβασθέντες δυσκοτόριπτα ῥίγη ἀπετρίψαντο, ὡς φησιν Ἀρχιγένης· ὁ δὲ Γαληνὸς πρὸ τῆς ἐπισπασίας ἀνατρίβειν φησὶ τὸ δέρμα τῷ ἀβροτόνῳ ἢ καλάμινθη ξηρᾷ ἢ κονύζης τοῖς φύλλοις τε καὶ τοῖς ἀνθέσιν ἢ κόττῳ ἢ πυρέθρῳ, ἑκατέρῳ τούτων σὺν ἐλαίῳ, καὶ ἡ οὐδ´ ὅλως ἢ γοῦν ἥττω ῥιγώσουσιν.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
