# Epitomae Medicae Libri Septem 128.5

Paulus, Epitomae Medicae Libri Septem, 128.5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/128.5
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/128.5

με´? 21 Γαληνὸς] XI 800; XII 4, 35, 40, 110 μζ´? ροφήσει καὶ ὕπνῳ· καὶ οἱ ἀνετικοὶ δὲ τῶν ἰδρώτων ὁμοίαν τοῖς κριτικοῖς λαμβανέτωσαν τὴν συνεργίαν. τὰ μὲν οὖν τῶν ἰδρώτων ἀγωγά βοηθήματα κατὰ τὸ πρῶτον βιβλίον αὐτάρκως εἴρηται κεφαλαιῶν τεσσαρακοστῶ ὀγδόῳ. ἐπειδὰν δὲ οἱ ἰδρώτες ἐπὶ πλέον προκόπτωσι, διὰ τοῦ ἀπομάττειν καὶ κουφίζειν τὰ σκεπάσματα προσαναψύχειν· κοποῦσι γὰρ ὑπερεκπίπτοντες, ὥστε εἰς συγκοπὴν πολλάκις κατέστρεψαν. λεπτὸν οὖν ἔστω τὸ περιβόλαιον καὶ ἐμβεβρεγμένον καὶ ἀήρ εὐψυχέστερος, καὶ ὕπνος καὶ ῥιπὶς παραλαμβανέσθω, καὶ μυρρίνη μέλαινα λεία ἐμπασσέσθω τῷ σώματι καὶ κηκὶς ὁμοίως, καὶ πίτυος φλοιὸς ἠλεκτρὸν τε καὶ ἄλφιτα σὺν οἴνῳ στύφοντι κατὰ τῶν ἐπιδεχομένων μορίων ἐπιτιθέσθω, καὶ ἀποσπογγιζέσθω τὸ πρόσωπον δι’ ὀξυκράτου. Ἀρχιγέννης δὲ καὶ ἄβρεστον καὶ τρύγα οἴνου κεκαυμένην ἐπὶ τε τούτων καὶ τοῦ ἀνεκθερμάντων παραλαμβάνει ρίγους· ἀμφω γάρ, φησίν, ἀναθαλπόμενα ζηραίνεται· ἐπιβρέχειν δὲ καὶ τὰ μέσα κελύει χυλῷ ἀρνογλύψου ἢ κοριάννου ἢ ἀνδράχνης ἢ κράμβης, ἵνα περιπαγέντα τοὺς ἰδρώτας ἀποστέγῃ. ἐν δὲ τοῖς ὕπνοις Κιμωλία ὕδατι διαλυθεῖσα πειανόμενα ράκῃ ὑποβάλλεται μεταφρένῳ καὶ θώρακι. ἐπαλειπτέον δὲ τὸ ὅλον σῶμα ῥόδινῃ ἢ μηλίνῃ ἢ μυρσίνῃ ἢ σχινίνῃ τὰς διὰ τούτων κηρωταῖς· ἐπιτήδεια γάρ τούτοις μᾶλλον τὰ λιπάσματα τῷ τοὺς ἀδήλους ἀποφράττειν πόρους κωλύοντα τὴν τοῦ ὑγροῦ διέξοδον. δῆλον δέ, ὅτι καὶ τροφὴ ζηροτέρα τούτοις ἀρμόττει καὶ οἶνοι εὐμέτρως στύφοντες· τῶν δὲ πλειόνων πομάτων, καὶ μάλιστα τῶν ὑγροτέρων, καὶ συχνῶν δὲ διακλυσμάτων ἀπέχεσθωσαν. εἰ δὲ οἶόν τε, καὶ αἰώρας παραλαμβάνειν ἐν ψυχροτέρῳ καταστήματι, τὰ δὲ ἄκρα τούτοις ὡς μάλιστα ψυχέσθωσαν. τοὺς δὲ κατ’ ἐκθλίψιν γινομένους ἰδρώτας (οὗτοι δὲ ἢ ἐπ’ ὀδύνασι εἰσὶν ἢ ἐπὶ σπασμοῖς) διακρατήσει καὶ θάλψει τῶν ἄκρων καὶ ἀποψήσει διὰ ῥακιδίων ἐρεῶν κούφως θεραπεύειν.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
