# Epitomae Medicae Libri Septem 131.1-35

Paulus, Epitomae Medicae Libri Septem, 131.1 to 131.35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/131.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/131.1

ἐλαίου εἰς ὕτα ἐγχυσις, ἐπιδήματος θερμοῦ ὑπόθεσις τῷ γενείῳ· φυ- Εἰ μὲν διὰ μοχθηροὺς χυμοὺς ἡ ἀνορεξία γίγνοιτο, δοτέον αὐτοῖς ἑκεῖνα τῶν ἐδεσμάτων τε καὶ πομάτων, ἃ τοὺς τοιούτους χυμοὺς ἤτοι γε δι’ ἐμέτων ἀπορρύμαντα ἢ διὰ τῆς κάτω κοιλίας ἐκκρίνειν πέφυκεν ἢ ἐπικεράσαντα βελτίους ἐργάζεται· τὴν δὲ τούτων ὕλην ἔχεις ἐν τῷ πρὸ τοῦδε γράμματι πρώτῳ τῆς ὅλης ὑπάρχοντι πραγματείας. εἰ δὲ δι’ ἀρρωστίαν δυνάμεως ἀνορεκτοῦσιν, ἐπειδή πᾶσα δύναμις ἀρρωστεῖ διὰ δυσκρασίαν τῶν μορίων, χρή τὸ τῆς δυσκρασίας εἶδος διὰ τῶν ἐναντίων ἰάσθαι. τὸν μὲν οὖν ποικιλώτερον τῆς ἀνορεξίας λόγον ἐν τοῖς στομαχικοῖς κατὰ τὸ τρίτον βιβλίον ἀποδώσομεν· ἐπὶ δὲ τῶν πυρεσσόντων εὐθὺς κατ’ ἀρχὰς ὀσφρανοῖς πειρατέον ἀνακτάσθαι τὴν ὀρεξίν, μάλιστα λάττεσθαι δὲ αἰφνιδίαν ἐξ ὕπνου διέγερσιν, καπνόν, κονιορτόν, τὰς δι’ ἀλφίτων ὕδατι δεδευμένων ἢ ὀξυκράτῳ ἢ κράματι ἢ τινος τῶν εὐωδῶν τε καὶ στυφοσύν ὀπωρῶν ἀφεύηματι, ἀλείμματι δὲ προσνηγεῖ καὶ ἀνατρίψει κυμμέτῳ τοῦ σώματος ὀλοῦ καὶ ψυλαφίᾳ προσκλύσματι τε τοῦ προσιώπου καὶ καταρροφήσει βραχέως ὕδατος. καὶ καθέσει δὲ δακτύλων σπαραχθεὶς ὁ στόμαχος ἐπεστράφη πως ἐπὶ τὸ προσενέγκασθαι σιτίον, καὶ μάλιστα χολώδους τινὸς ἢ ὀξώδους ἀνενεχθέντος. μετὰ δὲ τὰς πρώτας ἡμέρας καὶ καταπλάσμασιν ἐξωθεν ὁ στόμαχος ἐπιστρεφέσθω τοῖς διὰ φοινίκων, μήλων, οἰνάνθης, ἀμυθίου, ἀλῆς. τροφαὶ δὲ παρεσκευάσθωσαν πλεῖονες ἀπλοῖ τε καὶ σιτώδεις καὶ τῆς ἄλλης ὕλης ἐξαλλαγὰς τινὰς ἔχουσαι, μὴ πόρρω μέντοι τῆς τῶν πυρετῶν δριμυτέρας ὀσμὰς πεπέρεως, καστορίου, νάπυος, ἡδυόσμου. προσηνὲς ὑπάρχουσαι χρείας· ἐν αἷς καὶ ὀπωρῶν αἱ μὴ ῥάδιως ἀποσυνόμεναι μηδὲ ἄγαν γλυκάζουσαι, πέπειροι δέ, καὶ μὴ μέχρι κόρου, ἀλλ’ ὅσον μόνον εἰς τὰς ἄλλας τροφὰς ἐρεθίσαι τὴν ὀρεξίν· παρέστωσαν δὲ τρεφομένοις αὐτοῖς οἱ προσηνέστατοι δυσωπεῖν καὶ ἐντρέπειν δυνάμενοι. ἀπηλλαγμένων δὲ τῶν πυρετῶν κἂν ταῖς ἀναλήψεσι παραμένουσῃς τῆς 1 ἐπιδέματος D: πιλήματος Or ὑποθέσεις CG γενείῳ] ἰνίῳ Or τῷ] ὑπὸ τῷ D 4 μήλου] δὲ μήλου D 5 θαλάττης D καινοὶ] AD: κενοὶ

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
