# Epitomae Medicae Libri Septem 133.1

Paulus, Epitomae Medicae Libri Septem, 133.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/133.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/133.1

νβ´. Περὶ δίψης. Τὴν μὲν πάνυ μικρὰν δίψαν γίνεσθαι νομιτέον διὰ ξηρότητα τῶν μορίων ἢ θερμότητα, δι´ ὧν φέρεται τὸ ὑγρὸν ἐκ τοῦ στόματος εἰς τὴν κοιλίαν· καὶ ἱαμα τῆς μὲν ξηρότητός ἐστιν ὕπνος, τῆς δὲ θερμότητος ἐργήγορσις. ἔνιοι μέντοι διψώδεις ἐξ οἴνου γίνονται καὶ διὰ τὴν τῶν ἐδηδεσμένων θερμότητα· καὶ ἱαμα τούτων ἐστὶ τὸ ψυχρὸν πόμα· μοχθηρῶν δὲ ἐπιθυμοῦσι ποτῶν ὥσπερ καὶ σιτίων ἀνάλογον τῇ κρατούσῃ κακοχυμίᾳ. δίψει δὲ ἀπαύστοις καταληφθέντας, ἐξ ὧνπερ καὶ ἀπέθανον, οἶδά ποτε φαγόντας ἐχίδνας διψάδας καὶ οἴνου παλαιοῦ μεθύσαντας καὶ τοὺς ἐν τῷ πλοίῳ τοῦ ὕδατος ἐπιλιπόντος, ὧν ὅσοι τῆς θαλάττης ἐτόλμησαν πιεῖν, ἀπέθανον. τὸ δὲ ἐν πυρετοῖς δίψος παρηγορεῖν πέφυκεν ἐμβροχὴ τῆς κεφαλῆς ψυχροτάτου ἐλαίου ἢ ῥοδίνου μετὰ κρουνισμοῦ γινομένη. κάλλιστα δὲ ποιεῖ πρὸς δίψος τὸ τῆς μελαίνης θρίδακος σπέρμα διαμασθὲν καὶ ἡ γλυκυρίζα λεγομένη καὶ τὸ τοῦ σικύου σπέρμα διακρατηθὲν ἐν τῷ στόματι. δίδου δὲ καὶ ἀδίμωv καταπότιον τοῦτο· σικύου ἡμέρου < ἢ, τραγακάνθης < δ, διάλυε τὴν τραγάκανθαν ὥμων ὥμων προσφάτων τῷ λευκῷ, καὶ ὅταν διαλυθῇ, ἐπίβαλε τρίψας τῷ σικυοσπέρμῳ προλειωθέντι καὶ μαλάξας ἀνάπλαττε καταπότια καὶ ξήραινε ἐν σκίᾳ καὶ δίδου ἐν ὑπὸ τὴν γλῶσσαν κατἔχειν, καὶ τὸ διαλυόμενον ὑγρὸν καταπινέτω. δίδου δὲ καὶ ἀπόβρεγμα καταρροφεῖν μήλων Κυδωνίων ἢ ἀπίων ἢ μεσπίλων ἢ ἐλίκων ἀμπέλου ἢ ῥόας χυλοῦ.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
