# Epitomae Medicae Libri Septem 160.1

Paulus, Epitomae Medicae Libri Septem, 160.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/160.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/160.1

cὐν τῷ καστορίῳ χρῶνται τονοῦντες ἅμα καὶ θερμαίνοντες διὰ τούτου τὴν κεφαλήν, τὸ δὲ λοιπὸν ἐπαλείφοντες σῶμα, καὶ μάλιστα τὰ ἄκρα, ἐλαίῳ παλαιῷ cὐν νίτρῳ ὅπῳ ἢ πυρέθρῳ ἢ πεπέρει ἢ κόκκῳ Κνιδίῳ διαμύσσουσι· δυνατόν δὲ καὶ κηρωτὴν ἐκ τούτων ἅμα καστορίῳ ποιήσαντας χρήσθαι. ὀφραντὰ δὲ προσοίσομεν ὀξεῖ λειώσαντες θύμον ἢ ὀρίγανον ἢ γλήχωνα. χρίειν δὲ τὸ στόμα καὶ τὰ περὶ τὸν οὐρανίκον νάπυι τετριμμένῳ μετ’ ὀλίγου μέλιτος πειρωμένον τὸ προσπλασσόμενον τοῖς δακτύλοις διεκβάλλειν. εἰ δὲ προσδέχοιντο, καὶ ἀποφλεγματισμῷ κέχρησο ὀξυμέλιτι μετὰ ὐσσώπου ἢ γλήχωνος ἢ ὀρίγανου ἢ καὶ αὐτοῦ τοῦ νάπυος· διδόναι δὲ πίνειν τινὸς τῶν ὀξυπόρων, καὶ μάλιστα τοῦ Διοσπολίτου, ὅσον κοχλιάριον ἐν μετ’ ὀξυκράτου. ἐπὶ δὲ τῶν χρονι- cánτων τρομωδῶν καὶ καστορίου δοτέον ὅσον γράμματα δύο ἢ τρία· εἰ δὲ πλήθος εἴη χυμοῦ καὶ μὴ τι ἕτερον κωλύοι, καὶ σκαμυνίας ὅσον ἐν γράμμα τῷ καστορίῳ προσπλέξομεν. ἐπιμένουτος δὲ τοῦ πάθους ξυρήσαντας τὴν κεφαλὴν πυρίαν δεῖ διὰ τε ἄλῶν καὶ κέγχρων καὶ τῶν ὁμοίων ἐν μαρσίποις· καὶ τοῖς σινaticiμοῖς τε κατὰ τῆς κεφαλῆς καὶ τοῖς πταρμικοῖς χρήσθαι, κἄπειτα σικύας προσάγειν κατὰ τοῦ ἰνίου πῇ μὲν κούφας μετὰ πολλῆς φλογός, πῇ δὲ μετ’ ἐχγαράξεως· τὰς τε φυσικὰς ἐκκρίσεις cυνεχῶς ὐπομνησκέειν δεήσει τοῖς τε ἐνέμασι καὶ τοῖς διουρητικοῖς, ἐμβρεχεέσθω δὲ τὸ ἦτρον ἐλαίῳ πηγανίνῳ ἢ σικωννίῳ cὐν ὀλίγῳ καστορίῳ. cυχνότερον δὲ ὐπομνηστεῖον καὶ τὴν κατάποσιν τῷ θερμῷ ὕδατι ἐπιρραίνοντας τι τῶν ἡδέων πομάτων, μάλιστα τοῦ ἀπομέλιτος, διὰ τῶν βομβυλίων. καὶ εἰ ποὺ περὶ τὰ μέσα εἴη τις φλεγμονή, καὶ ταύτην θεραπευτέον διὰ τῶν ἐμβροχῶν τε καὶ καταπλασμάτων· ταῖς δὲ ῥίσι προσάγειν νάπυ λειωθὲν ὀξεῖ ἢ καστόριον καυθὲν. τρεφέσθωσαν δὲ πτισάνης ἢ βρόμου χυλῷ ἢ ἄλικος cὐν ὀξυμέλιτι ἢ ἄλσιν ἢ γλήχωνι, ποτὲ μὲν καθ’ ἡμέραν, ποτὲ δὲ καὶ διὰ μιᾶς. μετὰ δὲ τὴν τροφὴν διακρατητέον ἤγουν καὶ ἀνακλαστέον τὰ ἄκρα ἐπὶ πολὺ καὶ κνηστέον τὰ σκέλη καὶ ποτε καὶ τὰς ἐν αὐτοῖς τρίχας ἐκτίλλειν πειράσθαι βιαϊότερον πρὸς τὸ διεγερθῆναι· καὶ φωνιγμοὶ δὲ μηρίων τε καὶ σκελῶν πολλάκις εὐχρηστοῦσι. παρακμάσαντος δὲ τοῦ πάθους εὐθέως αἰώραις καταλλήλοις χρηστέον καὶ ἐπὶ βαλανείον ἀκτέον καὶ τὴν ἀναληπτικὴν ἀγωγὴν προσκόντως παραληπτέον.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
