# Epitomae Medicae Libri Septem 174.1

Paulus, Epitomae Medicae Libri Septem, 174.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/paulus/epitomae-medicae-libri-septem/174.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/paulus/epitomae-medicae-libri-septem/174.1

δυναμένους ἐξιαθῆναι χρή αὐτίκα φλεβοτομεῖν καὶ, εἰ που ἔνδοσὶν τινα σχοῖεν, ἐπασφαρεῖν μὲν τῇ αὐτῇ ἡμέρᾳ ἢ τῇ ἑξῆς, ὑπάγειν δὲ καὶ τὴν γαστέρα δριμεῖ κλυστηρίῳ ἄλμην καὶ μέλι μίξγοντας· εἶτα ἀλειφέσθωσαν ἐλαίῳ πολλῷ τεθειμμένῳ τὸ ὅλον σῶμα τὴν τε κεφαλὴν τῷ χαμαιμη- 5λίνῳ ἢ ἀνθίνῳ ἐλαίῳ, ἐν ᾧ ἀφηγηθῆ σπονδύλιον ἢ καλαμίνθη. μελίκρατόν τε ἐνστάζειν καὶ ὀσφραντὰ προσάγειν, ὀποπάνακα ἢ σαφατηνόν καὶ χαλβάνην ἤγουσν καστόριον. δεῖ δὲ καὶ βιαίως διανοίγοντας τὸ στόμα καθεῖναι δάκτυλον ἢ πτερόν ἐλαιοβραχὲς ἐπὶ τῷ ἐκβάλλειν τὰ ἐγκείμενα· διαχριεῖν δὲ καὶ τὴν ἕδραν τοῖς ἐπαγωγοῖς τῶν πνευμάτων, διδόναι 10τε μελίκρατον ἢ ὀξὺ μέλι πιεῖν. χρησόμεθα τε καὶ ἀποφλεγματισμοῖς τοῖς διὰ θύμου ἢ ὀριγάνου σὺν ὀξεῖ ἠψημένοις. ἐνδόσεως δὲ γενομένης παραληψόμεθα τὴν ἀπαλὴν καὶ εὐδιοίκητον καὶ χυλῶδη τροφήν. τῆς ἀφωνίας δὲ ἐπιμένουσης καὶ τῆς δυνάμεως ἐπιτρεπούσης καὶ σικύας τῷ ἰνίῳ προσάξομεν μετὰ ἐγχαράξεως, εἰ δ' ἐνδέχοιτο, καὶ τοῖς ὑπο- 15χονδρίοις. κἄπειτα αἰωρεῖσθωσαν διὰ δίφρου ἢ φορείου ἢ τῆς κρεμαστῆς κλίνης. παραληπτέον δὲ καὶ τὰ πταρμικὰ συνηθέστερον καὶ τοὺς ἀποφλεγματισμούς. μετὰ δὲ τὴν τεσσαρεσκαϊδεκάτην ἐπὶ τὰς λοιπὰς αἰώρας ἄξομεν. φροντίσομεν δὲ καὶ τῆς διαλέκτου, καὶ τὸ παλαιὸν ἀπόμελι δώσομεν μετὰ ψυχῶν ἢ ἄλικος, κἄπειτα δοτέον καὶ τῆς ἱερᾶς ὀλίγιστον. 20μετὰ δὲ μίαν καὶ εἰκοστήν ἐπὶ βαλανείον ἄξομεν καὶ οἶνον ἀπαλὸν δώσομεν πιεῖν ἐπιρραίνοντας τῷ θερμῷ ὕδατι, καὶ τοῦ λοιποῦ διὰ βαλανείων καὶ ἀλειμμάτων τὰς ἀναλήψεις ποιήσμεθα. διαγέτωσαν δέ, εἴπερ ἐγχυροῦν ἐστιν, ἐν παραθαλαττίοις τοιούτοις.

---

Paulus, Epitomae Medicae Libri Septem. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc002689.
